Psalm 75
Berean Greek Bible Par ▾ 

God’s Righteous Judgment
(Romans 2:1–16)

1Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς τῷ Ἀσὰφ ᾠδῆς. Ἐξομολογησόμεθά σοι, ὁ θεός, ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου,

2ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ.

3ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διάψαλμα.

4εἶπα τοῖς παρανομοῦσιν μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας·

5μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν·

6ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων,

7ὅτι ὁ θεὸς κριτής ἐστιν· τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ.

8ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, καὶ πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.

9ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ θεῷ Ἰακώβ·

10καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνκλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Psalm 74
Top of Page
Top of Page