Gedaliah Assassinated 1καὶ εἰσελεύσεται Σεδεκίας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται. 2Καὶ λόγος Κυρίου ἐγενήθη πρὸς Ἰερεμίαν λέγων 3Ἰδοὺ Ἁναμεὴλ υἱὸς Σαλὼμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων Κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίσις παραλαβεῖν εἰς κτῆσιν. 4καὶ ἦλθεν πρὸς μὲ Ἁναμεὴλ υἱὸς Σαμὼλ ἀδελφοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπεν Κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμεὶν τὸν ἐν Ἀναθώθ, ὅτι σοὶ κρίμα κτήσασθαι αὐτὸν καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος Κυρίου ἐστίν, 5καὶ ἐκτησάμην τὸν ἀγρὸν Ἁναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου, καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου, 6καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην, καὶ διεμαρτυράμην μάρτυρας, καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ. 7καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον 8καὶ ἔδωκα αὐτὸ τῷ Βαροὺχ υἱῷ Νηρίου υἱῷ Μαασαίου κατ᾽ ὀφθαλμοὺς Ἁναμεὴλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ᾽ ὀφθαλμοὺς τῶν ἀνδρῶν τῶν παρεστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ᾽ ὀφθαλμοὺς τῶν Ἰουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς. 9καὶ συνέταξα τῷ Βαροὺχ κατ᾽ ὀφθαλμοὺς αὐτῶν λέγων 10Οὕτως εἶπεν Κύριος Παντοκράτωρ Λάβε τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμένῃ ἡμέρας πλείους. Johanan Rescues the Captives 11ὅτι οὕτως εἶπεν Κύριος Ἔτι κτισθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ. 12καὶ προσευξάμην πρὸς Κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαροὺχ υἱὸν Νηρίου λέγων 13Ὁ ὢν Κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν, 14ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ᾽ αὐτούς, ὁ θεὸς ὁ μέγας ὁ ἰσχυρός, 15Κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ θεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος Κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ· 16ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης, καὶ ἐν Ἰσραὴλ καὶ ἐν τοῖς γηγενέσιν, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη, 17καὶ ἐξήγαγες τὸν λαόν σου Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ 18καὶ ἐν ὁράμασιν μεγάλοις, καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |