2 Corinthians 2
Study Bible ABP ▾ 
Reaffirm Your Love

Ἔκρινα γὰρ* ἐμαυτῷ τοῦτο τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς καὶ τίς εὐφραίνων με εἰ μὴ λυπούμενος ἐξ ἐμοῦ καὶ ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ’ ὧν ἔδει με χαίρειν πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων οὐχ ἵνα λυπηθῆτε ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς

Εἰ δέ τις λελύπηκεν οὐκ ἐμὲ λελύπηκεν ἀλλὰ ἀπὸ μέρους ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς ἱκανὸν τῷ τοιούτῳ ἐπιτιμία αὕτη ὑπὸ τῶν πλειόνων ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ τοιοῦτος διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην Εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν εἰ εἰς πάντα ὑπήκοοί ἐστε 10  δέ τι χαρίζεσθε κἀγώ καὶ γὰρ ἐγὼ κεχάρισμαι εἴ τι κεχάρισμαι δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ 11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ Σατανᾶ οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν

Triumph in Christ

12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ θύρας μοι ἀνεῳγμένης ἐν Κυρίῳ 13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν

14 Τῷ δὲ Θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ 15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις 16 οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν καὶ πρὸς ταῦτα τίς ἱκανός 17 Οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ ἀλλ’ ὡς ἐξ εἰλικρινείας ἀλλ’ ὡς ἐκ Θεοῦ κατέναντι Θεοῦ ἐν Χριστῷ λαλοῦμεν

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


2 Corinthians 1
Top of Page
Top of Page