Hosea 3
Berean Greek Bible Par ▾ 

Hosea Redeems His Wife
(Zechariah 2:6–13)

1Καὶ εἶπεν Κύριος πρὸς μέ Ἔτι πορεύθητι καὶ ἀγάπησον γυναῖκα ἀγαπῶσαν πονηρὰ καὶ μοιχαλίν, καθὼς ἀγαπᾷ ὁ θεὸς τοὺς υἱοὺς Ἰσραήλ, καὶ αὐτοὶ ἐπιβλέπουσιν ἐπὶ θεοὺς ἀλλοτρίους καὶ φιλοῦσιν πέμματα μετὰ σταφίδος. 2καὶ ἐμισθωσάμην ἐμαυτῷ πέντε καὶ δέκα ἀργυρίου καὶ γόμορ κριθῶν καὶ νέβελ οἴνου, 3καὶ εἶπα πρὸς αὐτήν Ἡμέρας πολλὰς καθήσῃ ἐπ᾽ ἐμοί, καὶ οὐ μὴ πορνεύσῃς οὐδὲ μὴ γένῃ ἀνδρί, καὶ ἐγὼ ἐπὶ σοί. 4διότι ἡμέρας πολλὰς καθήσονται οἱ υἱοὶ Ἰσραὴλ οὐκ ὄντος βασιλέως οὐδὲ ὄντος ἄρχοντος οὐδὲ οὔσης θυσίας οὐδὲ ὄντος θυσιαστηρίου οὐδὲ ἱερατίας οὐδὲ δήλων. 5καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐπιζητήσουσιν Κύριον τὸν θεὸν αὐτῶν καὶ Δαυεὶδ τὸν βασιλέα αὐτῶν, καὶ ἐκστήσονται ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Hosea 2
Top of Page
Top of Page