A Psalm of Exodus 1Ἁλληλουιά. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, 2ἐγενήθη ἡ Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἡ ἐξουσία αὐτοῦ. 3ἡ θάλασσα εἶδεν καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· 4τὰ ὄρη ἐσκίρτησαν ὡς κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. 5τί ἐστιν, θάλασσα, ὅτι ἔφυγες; καὶ σύ, Ἰορδάνη, ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω; 6τὰ ὄρη, ἐσκιρτήσατε ὡς κριοί; 7ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ θεοῦ Ἰακώβ, 8τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |