Give Praise, O Servants of the LORD 1Ἁλληλουιά. Αἰνεῖτε τὸ ὄνομα Κυρίου, αἰνεῖτε δοῦλοι Κύριον, 2οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου θεοῦ ἡμῶν. 3αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸς Κύριος· ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν· 4ὅτι τὸν Ἰακὼβ ἐξελέξατο ἑαυτῷ ὁ κύριος, Ἰσραὴλ εἰς περιουσιασμὸν αὐτοῦ. 5ὅτι ἔγνων ὅτι μέγας Κύριος, καὶ ὁ κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς· 6πάντα ὅσα ἠθέλησεν ἐποίησεν ὁ κύριος ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν ταῖς ἀβύσσοις· 7ἀνάγων νεφέλας ἐξ ἐσχάτου γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν· ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. 8ὃς ἐπάταξεν τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους· 9ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε, ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ. 10ἐπάταξεν ἔθνη πολλά, καὶ ἀπέκτεινεν βασιλεῖς κραταιούς, 11τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν, καὶ πάσας τὰς βασιλείας Χανάαν· 12καὶ ἔδωκεν τὴν γῆν αὐτῶν κληρονομίαν, κληρονομίαν Ἰσραὴλ δούλῳ αὐτοῦ. 13Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, Κύριε, τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. 14οἰκτείρει Κύριος τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.a 15τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. 16στόμα ἔχουσιν καὶ οὐ λαλοῦσιν, ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται· 17ὦτα ἔχουσιν καὶ οὐκ ἐνωτισθήσονται, οὐδὲ γάρ ἐστιν πνεῦμα ἐν τῷ στόματι αὐτῶν. 18ὅμοιοι αὐτοῖς γένοιντο πάντες οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐν αὐτοῖς. 19οἶκος Ἰσραήλ, εὐλογήσατε τὸν κύριον, οἶκος Ἀαρών, εὐλογήσατε τὸν κύριον· 20οἶκος Λευεί, εὐλογήσατε τὸν κύριον, οἱ φοβούμενοι τὸν κύριον, εὐλογήσατε τὸν κύριον. 21εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν Ἰερουσαλήμ. Footnotes: 14 a Cited in Hebrews 10:30. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |