2 Kings 10
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jehu Slaughters Ahab's Family

1Καὶ τῷ Ἀχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν Εἰοὺ βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας καὶ πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς Ἀχαὰβ λέγων 2Καὶ νῦν ὡς ἐὰν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς ὑμᾶς, καὶ μεθ᾽ ὑμῶν οἱ υἱοὶ τοῦ κυρίου ὑμῶν, καὶ μεθ᾽ ὑμῶν τὸ ἅρμα καὶ ἵπποι καὶ πόλεις ὀχυραὶ καὶ τὰ ὅπλα. 3καὶ ὄψεσθε τὸν ἀγαθὸν καὶ τὸν εὐθῆ ἐν τοῖς υἱοῖς τοῦ κυρίου ὑμῶν καὶ καταστήσετε αὐτὸν ἐπὶ τὸν θρόνον τοῦ πατρὸς αὐτοῦ, καὶ πολεμεῖτε ὑπὲρ τοῦ οἴκου τοῦ κυρίου ὑμῶν. 4καὶ ἐφοβήθησαν σφόδρα, καὶ εἶπον Ἰδοὺ οἱ δύο βασιλεῖς οὐκ ἔστησαν κατὰ πρόσωπον αὐτοῦ, καὶ πῶς στησόμεθα ἡμεῖς; 5καὶ ἀπέστειλαν οἱ ἐπὶ τοῦ οἴκου καὶ οἱ ἐπὶ τῆς πόλεως καὶ οἱ πρεσβύτεροι καὶ οἱ τιθηνοὶ πρὸς Εἰοὺ λέγοντες Παῖδές σου ἡμεῖς, καὶ ὅσα ἐὰν εἴπῃς πρὸς ἡμᾶς ποιήσομεν· οὐ βασιλεύσομεν ἄνδρα, τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ποιήσομεν. 6καὶ ἔγραψεν πρὸς αὐτοὺς βιβλίον δεύτερον λέγων Εἰ ἐμοὶ ὑμεῖς καὶ τῆς φωνῆς μου ὑμεῖς εἰσακούετε, λάβετε τὴν κεφαλὴν ἀνδρῶν τῶν υἱῶν τοῦ κυρίου ὑμῶν καὶ ἐνέγκατε πρὸς μὲ ὡς ἡ ὥρα αὔριον εἰς Ἰσραήλ. καὶ οἱ υἱοὶ τοῦ βασιλέως ἦσαν ἑβδομήκοντα ἄνδρες· οὗτοι ἁδροὶ τῆς πόλεως ἐξέτρεφον αὐτούς. 7καὶ ἐγένετο ὡς ἦλθεν τὸ βιβλίον πρὸς αὐτούς, καὶ ἔλαβον τοὺς υἱοὺς τοῦ βασιλέως καὶ ἔσφαξαν αὐτούς, ἑβδομήκοντα ἄνδρας· καὶ ἔθηκαν τὰς κεφαλὰς αὐτῶν ἐν καρτάλλοις καὶ ἀπέστειλαν αὐτὰς πρὸς αὐτὸν εἰς Ἰσραήλ. 8καὶ ἦλθεν ὁ ἄγγελος καὶ ἀπήγγειλεν λέγων Ἤνεγκα τὰς κεφαλὰς τῶν υἱῶν τοῦ βασιλέως· καὶ εἶπεν Θέτε αὐτὰς βουνοὺς δύο παρὰ τὴν θύραν τῆς πύλης πόλεως εἰς πρωί. 9καὶ ἐγένετο πρωὶ καὶ ἐξῆλθεν καὶ ἔστη, καὶ εἶπεν πρὸς πάντα τὸν λαόν Δίκαιοι ὑμεῖς, ἰδοὺ ἐγώ εἰμι συνεστράφην ἐπὶ τὸν κύριόν μου καὶ ἀπέκτεινα αὐτόν· καὶ τίς ἐπάταξεν πάντας τούτους; 10ἴδετε ἀφφώ, ὅτι οὐ πεσεῖται ἀπὸ τοῦ ῥήματος Κυρίου εἰς τὴν γῆν οὗ ἐλάλησεν Κύριος ἐπὶ τὸν οἶκον Ἀχαάβ· καὶ Κύριος ἐποίησεν ὅσα ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἠλειού. 11καὶ ἐπάταξεν Εἰοὺ πάντας τοὺς ἐν τῷ οἴκῳ Ἀχαὰβ καταλειφθέντας ἐν Ἰσραήλ, καὶ πάντας τοὺς ἁδροὺς αὐτοῦ καὶ τοὺς γνωστοὺς αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ, ὥστε μὴ καταλιπεῖν αὐτοὺς κατάλιμμα.

Juhu Slays Ahaziah's Brothers

12καὶ ἀνέστη καὶ ἐπορεύθη εἰς Σαμάρειαν. Αὐτὸς ἐν Βαιθάκαθ τῶν ποιμένων ἐν τῇ ὁδῷ, 13καὶ Εἰοὺ εὗρεν τοὺς ἀδελφοὺς Ὀχοζείου βασιλέως Ἰούδα καὶ εἶπεν Τίνες ὑμεῖς; καὶ εἶπον Οἱ ἀδελφοὶ Ὀχοζείου ἡμεῖς, καὶ κατέβημεν εἰς εἰρήνην τῶν υἱῶν τοῦ βασιλέως καὶ τῶν υἱῶν τῆς δυναστευούσης. 14καὶ εἶπεν Συλλάβετε αὐτοὺς ζῶντας· καὶ ἔσφαξαν αὐτοὺς εἰς Βαιθάκαθ τεσσεράκοντα καὶ δύο ἄνδρας· οὐ κατέλιπεν ἄνδρα ἐξ αὐτῶν.

Ahab's Remaining Family Killed

15Καὶ ἐπορεύθη ἐκεῖθεν καὶ ἔλαβεν τὸν Ἰωναδὰβ υἱὸν Ῥηχὰβ εἰς ἀπαντὴν αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν· καὶ εἶπεν πρὸς αὐτὸν Εἰού Εἰ ἔστιν καρδία σου μετὰ καρδίας μου εὐθεῖα καθὼς ἡ καρδία μου μετὰ τῆς καρδίας σου; καὶ εἶπεν Ἰωναδάβ Ἔστιν· καὶ εἶπεν Εἰού Καὶ εἰ ἔστιν, δὸς τὴν χεῖρά σου· καὶ ἔδωκεν τὴν χεῖρα αὐτοῦ· καὶ ἀνεβίβασεν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα, 16καὶ εἶπεν πρὸς αὐτόν Δεῦρο μετ᾽ ἐμοῦ καὶ ἴδε ἐν τῷ ζηλῶσαί με τῷ κυρίῳ· καὶ ἐπεκάθισεν αὐτὸν ἐν τῷ ἅρματι αὐτοῦ. 17καὶ εἰσῆλθεν εἰς Σαμάρειαν, καὶ ἐπάταξεν πάντας τοὺς καταλειφθέντας τοῦ Ἀχαὰβ ἐν Σαμαρείᾳ ἕως τοῦ ἀφανίσαι αὐτόν, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν πρὸς Ἠλειού.

Jehu Kills the Priests of Baal

18καὶ ἐζήλωσεν Εἰοὺ πάντα τὸν λαὸν καὶ εἶπεν πρὸς αὐτούς Ἀχαὰβ ἐδούλευσεν τῷ Βάαλ ὀλίγα, Εἰοὺ δουλεύσει αὐτῷ πολλά. 19καὶ νῦν, πάντες οἱ προφῆται τοῦ Βάαλ, πάντας τοὺς δούλους αὐτοῦ καὶ τοὺς ἱερεῖς αὐτοῦ καλέσατε πρὸς μέ· ἀνὴρ μὴ ἐπισκεπήτω, ὅτι θυσία μεγάλη μοι τῷ Βάαλ· πᾶς ὃς ἐὰν ἐπισκεπῇ οὐ ζήσεται. καὶ Εἰοὺ ἐποίησεν ἐν πτερνισμῷ, ἵνα ἀπολέσῃ τοὺς δούλους τοῦ Βάαλ. 20καὶ εἶπεν Εἰού Ἁγιάσατε ἱερείαν τῷ Βάαλ· καὶ ἐκήρυξεν. 21καὶ ἀπέστειλεν Εἰοὺ ἐν παντὶ Ἰσραὴλ λέγων Καὶ νῦν πάντες οἱ δοῦλοι αὐτοῦ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ, μηδεὶς ἀπολειπέσθω, ὅτι θυσίαν μεγάλην ποιῶ· ὃς ἂν ἀπολειφθῇ οὐ ζήσεται. καὶ ἦλθον πάντες οἱ δοῦλοι τοῦ Βάαλ καὶ πάντες οἱ ἱερεῖς αὐτοῦ καὶ πάντες οἱ προφῆται αὐτοῦ· οὐ κατελείφθη ἀνὴρ ὃς οὐ παρεγένετο· καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ Βάαλ, καὶ ἐπλήσθη ὁ οἶκος τοῦ Βάαλ στόμα εἰς στόμα. 22καὶ εἶπεν τῷ ἐπὶ τοῦ οἴκου μεσθαάλ Ἐξάγαγε ἔνδυμα πᾶσι τοῖς δούλοις τοῦ Βάαλ· καὶ ἐξήνεγκεν αὐτοῖς ὁ στολιστής. 23καὶ εἰσῆλθεν Εἰοὺ καὶ Ἰωναδὰβ υἱὸς Ῥηχὰβ εἰς οἶκον τοῦ Βάαλ· καὶ εἶπεν τοῖς δούλοις τοῦ Βάαλ Ἐρευνήσατε καὶ ἴδετε εἰ ἔστιν μεθ᾽ ὑμῶν τῶν δούλων Κυρίου, ὅτι ἀλλ᾽ ἢ οἱ δοῦλοι τοῦ Βάαλ μονώτατοι. 24καὶ εἰσῆλθεν τοῦ ποιῆσαι τὰ θύματα καὶ τὰ ὁλοκαυτώματα· καὶ Εἰοὺ ἔταξεν ἑαυτῷ ἔξω ὀγδοήκοντα ἄνδρας καὶ εἶπεν Ἀνὴρ ὃς ἐὰν διασωθῇ ἀπὸ τῶν ἀνδρῶν ὧν ἐγὼ ἀνάγω ἐπὶ χεῖρας ὑμῶν, ἡ ψυχὴ αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ.

25καὶ ἐγένετο ὡς συνετέλεσεν ποιῶν τὴν ὁλοκαύτωσιν, καὶ εἶπεν Εἰοὺ τοῖς παρατρέχουσιν καὶ τοῖς τριστάταις Εἰσελθόντες πατάξατε αὐτούς, ἀνὴρ μὴ ἐξελθάτω ἐξ αὐτῶν· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ ἔρριψαν οἱ παρατρέχοντες καὶ οἱ τριστάται, καὶ ἐπορεύθησαν ἕως πόλεως οἴκου τοῦ Βάαλ. 26καὶ ἐξήνεγκαν τὴν στολὴν τοῦ Βὰαλ καὶ ἐνέπρησαν αὐτήν. 27καὶ κατέσπασαν τὰς στήλας τοῦ Βάαλ, καὶ ἐπάταξεν αὐτὸν εἰς λυτρῶνας ἕως τῆς ἡμέρας ταύτης.

28καὶ ἠφάνισεν Εἰοὺ τὸν Βάαλ ἐξ Ἰσραήλ.

Jehu Repeats Jeroboam's Sins

29πλὴν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ, οὐκ ἀπέστη Εἰοὺ ἔμπροσθεν αὐτῶν, αἱ δαμάλεις αἱ χρυσαῖ ἐν Βαιθὴλ καὶ ἐν Δάν. 30Καὶ εἶπεν Κύριος πρὸς Εἰού Ἀνθ᾽ ὧν ὅσα ἠγάθυνας ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου κατὰ πάντα ὅσα ἐν τῇ καρδίᾳ μου ἐποίησας τῷ οἴκῳ Ἀχαάβ, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ. 31καὶ Εἰοὺ οὐκ ἐφύλαξεν πορεύεσθαι ἐν νόμῳ Κυρίου θεοῦ Ἰσραὴλ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ, οὐκ ἀπέστη ἐπάνωθεν ἁμαρτιῶν Ἰεροβοὰμ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ.

Hazael Oppresses Israel

32Ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος συνκόπτειν ἐν τῷ Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτοὺς Ἁζαὴλ καὶ ἐν παντὶ ὁρίῳ Ἰσραήλ, 33ἀπὸ τοῦ Ἰορδάνου κατ᾽ ἀνατολὰς ἡλίου πᾶσαν τὴν Γαλαάδ, τοῦ Γαδδεὶ καὶ τοῦ Ῥουβὴν καὶ τοῦ Μανασσή, ἀπὸ Ἀροὴρ ἥ ἐστιν ἐπὶ τοῦ χεὶλους χειμάρρου Ἀρνών, καὶ τὴν Γαλαὰδ καὶ τὴν Βασάν.

Jehoahaz Succeeds Jehu in Israel

34καὶ τὰ λοιπὰ τῶν λόγων Εἰοὺ καὶ πάντα ὅσα ἐποίησεν καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ καὶ τὰς συνάψεις ἃς συνῆψεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 35καὶ ἐκοιμήθη Εἰοὺ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωαχὰς υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. 36καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Εἰοὺ ἐπὶ Ἰσραὴλ εἴκοσι ὀκτὼ ἔτη ἐν Σαμαρείᾳ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Kings 9
Top of Page
Top of Page