Daniel 1
Swete's Septuagint ABP ▾  HEB ▾ 

Daniel Removed to Babylon

1ΕΠΙ βασιλέως Ἰωακεὶμ τῆς Ἰουδαίας ἔτους τρίτου παραγενόμενος Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Ἰερουσαλὴμ ἐπολιόρκει αὐτήν. 2καὶ παρέδωκεν αὐτὴν Κύριος εἰς χεῖρας αὐτοῦ καὶ Ἰωακεὶμ τὸν βασιλέα τῆς Ἰουδαίας καὶ μέρος τι τῶν ἱερῶν σκευῶν τοῦ κυρίου, καὶ ἀπήνεγκεν αὐτὰ εἰς Βαβυλῶνα εἰς γῆν Σεναὰρ εἰς οἶκον τοῦ θεοῦ αὐτοῦ, καὶ τὰ σκεύη· καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλείῳ αὐτοῦ.

3καὶ εἶπεν ὁ βασιλεὺς Ἀβιεσδρὶ τῷ ἑαυτοῦ ἀρχιευνούχῳ ἀγαγεῖν αὐτῷ ἐκ τῶν υἱῶν τῶν μεγιστάνων τοῦ Ἰσραὴλ καὶ ἐκ τοῦ βασιλικοῦ γένους καὶ ἐκ τῶν ἐπιλέκτων, 4νεανίσκους ἀμώμους καὶ εὐειδεῖς καὶ ἐπιστήμονας ἐν πάσῃ σοφίᾳ καὶ γραμματικοὺς καὶ συνετοὺς καὶ σοφούς, καὶ ἰσχύοντας ὥστε εἶναι ἐν τῷ οἴκῳ τοῦ βασιλέως, καὶ διδάξαι αὐτοὺς γράμματα καὶ διάλεκτον Χαλδαικήν· 5καὶ δίδοσθαι αὐτοῖς ἔκθεσιν ἐκ τοῦ οἴκου τοῦ βασιλέως καθ᾽ ἑκάστην ἡμέραν καὶ ἀπὸ τῆς βασιλικῆς τραπέζης καὶ ἀπὸ τοῦ οἴνου οὗ πίνει ὁ βασιλεύς, καὶ ἐκπαιδεῦσαι αὐτοὺς ἔτη τρία, καὶ ἐκ τούτων στῆσαι ἔμπροσθεν τοῦ βασιλέως. 6καὶ ἦσαν ἐκ τοῦ γένους τῶν υἱῶν Ἰσραὴλ τῶν ἀπὸ τῆς Ἰουδαίας Δανιήλ, Ἁνανίας, Μισαήλ, Ἀζαρίας. 7καὶ ἐπέθηκεν αὐτοῖς ὁ ἀρχιευνοῦχος ὀνόματα, τῷ μὲν Δανιὴλ Βαλτασάρ, τῷ δὲ Ἁνανίᾳ Σεδράχ, καὶ τῷ Μισαὴλ Μισάχ, καὶ τῷ Ἀζαρίᾳ Ἀβδεναγώ.

Daniel's Faithfulness

8καὶ ἐνεθυμήθη Δανιὴλ ἐν τῇ καρδίᾳ ὅπως μὴ ἀλισγηθῇ ἐν τῷ δείπνῳ τοῦ βασιλέως καὶ ἐν ᾧ πίνει οἴνῳ, καὶ ἠξίωσεν τὸν ἀρχιευνοῦχον ἵνα μὴ συμμολυνθῇ. 9καὶ ἔδωκε Κύριος τῷ Δανιὴλ τιμὴν καὶ χάριν ἐναντίον τοῦ ἀρχιευνούχου. 10καὶ εἶπεν ὁ ἀρχιευνοῦχος τῷ Δανιήλ Ἀγωνιῶ τὸν κύριόν μου τὸν βασιλέα τὸν ἐκτάξαντα τὴν βρῶσιν ὑμῶν καὶ τὴν πόσιν ὑμῶν, ἵνα μὴ ἴδῃ τὰ πρόσωπα ὑμῶν διατετραμμένα καὶ ἀσθενῆ παρὰ τοὺς συντρεφομένους ὑμῖν νεανίας τῶν ἀλλογενῶν, καὶ κινδυνεύσω τῷ ἰδίῳ τραχήλῳ. 11καὶ εἶπεν Δανιὴλ Ἀβιεσδρὶ τῷ ἀναδειχθέντι ἀρχιευνούχῳ ἐπὶ τὸν Δανιήλ, Ἁνανίαν, Μισαήλ, Ἀζαρίαν 12Πείρασον δὴ τοὺς παῖδάς σου ἐφ᾽ ἡμέρας δέκα, καὶ δοθήτω ἡμῖν ἀπὸ τῶν ὀσπρίων τῆς γῆς, ὥστε κάπτειν καὶ ὑδροποτεῖν· 13καὶ ἐὰν φανῇ ἡ ὄψις ἡμῶν διατετραμμένη παρὰ τοὺς ἄλλους νεανίσκους τοὺς ἐσθίοντας ἀπὸ τοῦ βασιλικοῦ δείπνου, καθὼς ἐὰν θέλῃς οὕτω χρῆσαι τοῖς παισί σου.

14καὶ ἐχρήσατο αὐτοῖς τὸν τρόπον τοῦτον, καὶ ἐπείρασεν αὐτοὺς ἡμέρας δέκα. 15μετὰ δὲ τὰς δέκα ἡμέρας ἐφάνη ἡ ὄψις αὐτῶν καλὴ καὶ ἡ ἕξις τοῦ σώματος κρείσσων τῶν ἄλλων νεανίσκων τῶν ἐσθιόντων τὸ βασιλικὸν δεῖπνον. 16καὶ ἦν Ἀβιεσδρὶ ἀναιρούμενος τὸ δεῖπνον αὐτῶν καὶ τὸν οἶνον αὐτῶν, καὶ ἀντεδίδου αὐτοῖς ἀπὸ τῶν ὀσπρίων.

Daniel's Wisdom

17καὶ τοῖς νεανίσκοις ἔδωκεν ὁ κύριος ἐπιστήμην καὶ σύνεσιν καὶ φρόνησιν ἐν πάσῃ γραμματικῇ τέχνῃ, καὶ τῷ Δανιὴλ ἔδωκε σύνεσιν ἐν παντὶ ῥήματι καὶ ὁράματι καὶ ἐνυπνίοις καὶ ἐν πάσῃ σοφίᾳ.

18μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπέταξεν ὁ βασιλεὺς εἰσαγαγεῖν αὐτούς, καὶ εἰσήχθησαν ἀπὸ τοῦ ἀρχιευνούχου πρὸς τὸν βασιλέα Ναβουχοδονοσόρ. 19καὶ ὡμίλησεν αὐτοῖς ὁ βασιλεύς, καὶ οὐχ εὑρέθη ἐν τοῖς σοφοῖς ὅμοιος τῷ Δανιὴλ καὶ Ἁνανίᾳ καὶ Μισαὴλ καὶ Ἀζαρίᾳ· καὶ ἦσαν παρὰ τῷ βασιλεῖ, 20καὶ ἐν παντὶ λόγῳ καὶ συνέσει καὶ παιδείᾳ, ὅσα ἐζήτησε παρ᾽ αὐτῶν ὁ βασιλεύς, κατέλαβεν αὐτοὺς σοφωτέρους δεκαπλασίως ὑπὲρ τοὺς σοφιστὰς καὶ τοὺς φιλοσόφους τοὺς ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ· καὶ ἐδόξασεν αὐτοὺς ὁ βασιλεὺς καὶ κατέστησεν αὐτοὺς ἄρχοντας, καὶ ἀνέδειξεν αὐτοὺς σοφοὺς παρὰ πάντας τοὺς αὐτοῦ ἐν πράγμασιν ἐν πάσῃ τῇ γῇ αὐτοῦ καὶ ἐν τῇ βασιλείᾳ αὐτοῦ. 21καὶ ἦν Δανιὴλ ἕως τοῦ πρώτου ἔτους τῆς βασιλείας Κύρου βασιλέως Περσῶν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezekiel 48
Top of Page
Top of Page