A Prophecy against Tyre 1Καὶ ἐγενήθη ἐν τῷ ἑνδεκάτῳ ἔτει μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 2Υἱὲ ἀνθρώπου, ἀνθ᾽ οὗ εἶπεν Σὸρ ἐπὶ Ἰερουσαλήμ Εὖγε συνετρίβη, ἀπόλωλεν τὰ ἔθνη, ἐπεστράφη πρὸς μέ, ἡ πλήρης ἠρήμωται· 3διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ σέ, Σόρ, καὶ ἀνάξω ἐπὶ σὲ ἔθνη πολλὰ ὡς ἀναβαίνει ἡ θάλασσα τοῖς κύμασιν αὐτῆς. 4καὶ καταβαλοῦσιν τὰ τείχη Σόρ, καὶ καταβαλοῦσι τούς πύργους σου, καὶ λικμήσω τὸν χοῦν αὐτῆς ἀπ᾽ αὐτῆς, καὶ δώσω αὐτὴν εἰς λεωπετρίαν· 5ψυγμὸς σαγηνῶν ἔσται ἐν μέσῳ θαλάσσης, ὅτι ἐγὼ λελάληκα, λέγει Κύριος. καὶ ἔσται εἰς προνομὴν τοῖς ἔθνεσιν, 6καὶ αἱ θυγατέρες αὐτῆς ἐν πεδίῳ μαχαίρᾳ ἀναιρεθήσονται· καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. 7ὅτι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ, Σόρ, τὸν Ναβουχοδονοσὸρ βασιλέα Βαβυλῶνος ἀπὸ τοῦ βορρᾶ· βασιλεὺς βασιλέων ἐστίν, μεθ᾽ ἵππων καὶ ἁρμάτων καὶ ἱππέων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα. 8οὗτος τὰς θυγατέρας σου τὰς ἐν τῷ πεδίῳ μαχαίρᾳ ἀνελεῖ, καὶ δώσει ἐπὶ σὲ προφυλακὴν καὶ περιοικοδομήσει, καὶ ποιήσει ἐπὶ σὲ κύκλῳ χάρακα καὶ περίστασιν ὅπλων, καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει· 9τὰ τείχη σου καὶ τοὺς πύργους σου καταβαλεῖ ἐν ταῖς μαχαίραις αὐτοῦ. 10ἀπὸ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ κατακαλύψει σε ὁ κονιορτὸς αὐτῶν, καὶ ἀπὸ τῆς φωνῆς τῶν ἱππέων αὐτοῦ καὶ τῶν τροχῶν τῶν ἁρμάτων αὐτοῦ σεισθήσεται τὰ τείχη σου, εἰσπορευομένου αὐτοῦ τὰς πύλας σου ὡς εἰσπορευόμενος εἰς πόλιν ἐκ πεδίου. 11ἐν ταῖς ὁπλαῖς τῶν ἵππων αὐτοῦ καταπατήσουσίν σου πάσας τὰς πλατείας· τὸν λαόν σου μαχαίρᾳ ἀνελεῖ, καὶ τὴν ὑπόστασίν σου τῆς ἰσχύος ἐπὶ τὴν γῆν κατάξει. 12καὶ προνομεύσει τὴν δύναμίν σου, καὶ σκυλεύσει τὰ ὑπάρχοντά σου, καὶ καταβαλεῖ σου τὰ τείχη καὶ τοὺς οἴκους τοὺς ἐπιθυμητούς σου καθελεῖ, καὶ τοὺς λίθους σου καὶ τὰ ξύλα σου καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης σου ἐμβαλεῖ. 13καὶ καταλύσει τὸ πλῆθος τῶν μουσικῶν σου, καὶ ἡ φωνὴ τῶν ψαλτηρίων σου οὐ μὴ ἀκουσθῇ ἔτι. 14καὶ δώσω σε λεωπετρίαν, ψυγμὸς σαγηνῶν ἔσῃ· οὐ μὴ οἰκοδομηθῇς ἔτι, ὅτι ἐγὼ Κύριος ἐλάλησα, λέγει Κύριος. 15διότι τάδε λέγει κύριος Κύριος τῇ Σόρ Οὐκ ἀπὸ φωνῆς τῆς πτώσεώς σου ἐν τῷ στενάξαι τραυματίας, ἐν τῷ σπάσαι μάχαιραν ἐν μέσῳ σου, σεισθήσονται αἱ νῆσοι; 16καὶ καταβήσονται ἀπὸ τῶν θρόνων αὐτῶν πάντες οἱ ἄρχοντες ἐκ τῶν ἐθνῶν τῆς θαλάσσης, καὶ ἀφελοῦνται τὰς μίτρας ἀπὸ τῶν κεφαλῶν αὐτῶν, καὶ τὸν ἱματισμὸν τὸν ποικίλον αὐτῶν ἐκδύσονται· ἐκστάσει ἐκστήσονται, ἐπὶ γῆν καθεδοῦνται καὶ φοβηθήσονται τὴν ἀπωλίαν αὐτῶν, καὶ στενάξουσιν ἐπὶ σέ· 17καὶ λήμψονται ἐπὶ σὲ θρῆνον καὶ ἐροῦσίν σοι Πῶς κατελύθης ἐκ θαλάσσης, ἡ πόλις ἡ ἐπαινετή, ἡ δοῦσα τὸν φόβον αὐτῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν; 18καὶ φοβηθήσονται αἱ νῆσοι ἀφ᾽ ἡμέρας πτώσεώς σου. 19ὅτι τάδε λέγει κύριος Κύριος Ὅταν δῶ σε πόλιν ἠρημωμένην ὡς τὰς πόλεις τὰς μὴ κατοικηθησομένας, ἐν τῷ ἀναγαγεῖν με ἐπὶ σὲ τὴν ἄβυσσον, καὶ κατακαλύψῃ σε ὕδωρ πολύ, 20καὶ καταβιβάσω σε πρὸς τοὺς καταβαίνοντας εἰς βόθρον πρὸς λαὸν αἰῶνος, καὶ κατοικιῶ σε εἰς βάθη τῆς γῆς ὡς ἔρημον αἰώνιον μετὰ καταβαινόντων εἰς βόθρον, ὅπως μὴ κατοικηθῇς μηδὲ ἀναστῇς ἐπὶ γῆς ζωῆς. 21ἀπώλειάν σε δώσω, καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα, λέγει κύριος Κύριος. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |