Ezekiel 29
Swete's Septuagint ABP ▾  HEB ▾ 

Judgment against Pharaoh

1Ἐν τῷ ἔτει τῷ δωδεκάτῳ ἐν δεκάτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 2Υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπ᾽ αὐτὸν καὶ ἐπ᾽ Αἴγυπτον ὅλην

3καὶ εἰπόν Τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπὶ Φαραώ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα Ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς.

4καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου, καὶ προσκολλήσω τοὺς ἰχθῦς τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου,

5καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πεσῇ, καὶ οὐ μὴ συναχθῇς καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα·

6καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον ὅτι ἐγώ εἰμι Κύριος, ἀνθ᾽ ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραήλ.

7ὅτι ἐπελάβετό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης· καὶ ὅτε ἐκρότησεν ἐπ᾽ αὐτοὺς πᾶσα χείρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν.

The Desolation of Egypt

8διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σέ ῥομφαίαν, καὶ ἀπολῶ ἀνθρώπους ἀπὸ σοῦ καὶ κτήνη, 9καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος, ἀντὶ τοῦ λέγειν σε Οἱ ποταμοὶ ἐμοί εἰσιν, καὶ ἐγὼ ἐποίησα αὐτούς. 10διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου, καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον ῥομφαίαν καὶ ἀπωλίαν, ἀπὸ Μαγδώλου καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων. 11οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτήν, καὶ οὐ κατοικηθήσεται τεσσεράκοντα ἔτη. 12καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσεράκοντα ἔτη. καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσιν, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας.

13τάδε λέγει Κύριος Μετὰ τεσσεράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ, 14καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων, καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ ὅθεν ἐλήμφθησαν· καὶ ἔσται ἀρχὴ ταπεινὴ 15παρὰ πάσας τὰς ἀρχάς, οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη· καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσιν. 16καὶ οὐκ ἔσονται ἔτι τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν, ἐν τῷ αὐτοὺς ἀκολουθῆσαι ὀπίσω αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

Egypt the Reward of Nebuchadnezzar

17Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει μιᾷ τοῦ μηνὸς τοῦ πρώτου ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 18Υἱὲ ἀνθρώπου, Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο αὐτοῦ τὴν δύναμιν δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου· πᾶσα κεφαλὴ φαλακρά, καὶ πᾶς ὦμος μαδῶν· καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρον, καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπ᾽ αὐτήν. 19τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς, καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ. 20ἀντὶ τῆς λειτουργίας αὐτοῦ ἧς ἐδούλευσεν ἐπὶ Τύρον δέδωκα αὐτῷ γῆν Αἰγύπτου. τάδε λέγει κύριος Κύριος

21Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραήλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezekiel 28
Top of Page
Top of Page