The Siege of Jerusalem Predicted 1Καὶ σύ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου, καὶ διαγράψεις ἐπ᾽ αὐτὴν πόλιν τὴν Ἰερουσαλήμ, 2καὶ δώσεις ἐπ᾽ αὐτὴν περιοχήν, καὶ οἰκοδομήσεις ἐπ᾽ αὐτὴν προμαχῶνας, καὶ περιβαλεῖς ἐπ᾽ αὐτὴν χάρακα, καὶ δώσεις ἐπ᾽ αὐτὴν παρεμβολάς, καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ. 3καὶ σὺ λάβε σεαυτῷ τήγανον σιδηροῦν καὶ θήσεις αὐτὸ τοῖχον σιδηροῦν ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς πόλεως, καὶ ἑτοιμάσεις τὸ πρόσωπόν σου ἐπ᾽ αὐτήν, καὶ ἔσται ἐν συνκλεισμῷ, καὶ συγκλείσεις αὐτήν· σημεῖόν ἐστιν τοῦτο τοῖς υἱοῖς Ἰσραήλ. 4Καὶ σὺ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ ἀριστερόν, καὶ θήσεις τὰς ἀδικίας τοῦ οἴκου Ἰσραὴλ ἐπ᾽ αὐτοῦ κατὰ ἀριθμὸν τῶν ἡμερῶν πεντήκοντα καὶ ἑκατὸν ἃς κοιμηθήσῃ ἐπ᾽ αὐτοῦ, καὶ λήμψῃ τὰς ἀδικίας αὐτῶν. 5καὶ ἐγὼ δέδωκά σοι τὰς δύο ἀδικίας αὐτῶν εἰς ἀριθμὸν ἡμερῶν, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας, καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰσραήλ. 6καὶ συντελέσεις ταῦτα, καὶ κοιμηθήσῃ ἐπὶ τὸ πλευρόν σου τὸ δεξιόν, καὶ λήμψῃ τὰς ἀδικίας τοῦ οἴκου Ἰούδα τεσσεράκοντα ἡμέρας· ἡμέραν εἰς ἐνιαυτὸν τέθεικά σοι. 7καὶ εἰς τὸν συγκλεισμὸν Ἰερουσαλὴμ ἑτοιμάσεις τὸ πρόσωπόν σου, καὶ τὸν βραχίονά σου στερεώσεις, καὶ προφητεύσεις ἐπ᾽ αὐτήν. 8καὶ ἐγὼ ἰδοὺ δέδωκα ἐπὶ σὲ δεσμούς, καὶ μὴ στραφῇς ἀπὸ τοῦ πλευροῦ σοῦ ἐπὶ τὸ πλευρόν σου ἕως οὗ συντελεσθῶσιν ἡμέραι τοῦ συγκλεισμοῦ σου. The Defiled Bread 9καὶ σὺ λάβε σεαυτῷ πυροὺς καὶ κριθὰς καὶ κύαμον καὶ φακὸν καὶ κέγχρον καὶ ὄλυραν, καὶ ἐμβαλεῖς αὐτὰ εἰς ἄγγος ἓν ὀστράκινον, καὶ ποιήσεις αὐτὰ σαυτῷ εἰς ἄρτους, καὶ κατ᾽ ἀριθμὸν τῶν ἡμερῶν ἃς σὺ καθεύδεις ἐπὶ τοῦ πλευροῦ σου, ἐνενήκοντα καὶ ἑκατὸν ἡμέρας, φάγεσαι αὐτά. 10καὶ τὸ βρῶμά σου φάγεσαι ἐν σταθμῷ, εἴκοσι σίκλους τὴν ἡμέραν· ἀπὸ καιροῦ ἕως καιροῦ φάγεσαι αὐτά. 11καὶ ὕδωρ ἐν μέτρῳ πίεσαι, τὸ ἕκτον τοῦ εἳν ἀπὸ καιροῦ ἕως καιροῦ πίεσαι. 12καὶ ἐνκρυφίαν κρίθινον φάγεσαι αὐτά, ἐν βολβίτοις κόπρου ἀνθρωπίνης ἐγκρύψεις αὐτὰ κατ᾽ ὀφθαλμοὺς αὐτῶν, 13καὶ ἐρεῖς Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Οὕτως φάγονται οἱ υἱοὶ τοῦ Ἰσραὴλ ἀκάθαρτα ἐν τοῖς ἔθνεσιν. 14καὶ εἶπα Μηδαμῶς, Κύριε θεὲ τοῦ Ἰσραήλ· εἰ ἡ ψυχή μου οὐ μεμίανται ἐν ἀκαθαρσίᾳ, καὶ θηριάλωτον καὶ θνησιμαῖον οὐ βέβρωκα ἀπὸ γενέσεώς μου ἕως τοῦ νῦν, οὐδὲ εἰσελήλυθεν εἰς τὸ στόμα μου πᾶν κρέας ἕωλον. 15καὶ εἶπεν πρὸς μέ Ἰδοὺ δέδωκά σοι βόλβιτα βοῶν ἀντὶ τῶν βολβίτων τῶν ἀνθρωπίνων, καὶ ποιήσεις τοὺς ἄρτους σου ἐπ᾽ αὐτῶν. 16καὶ εἶπεν πρὸς μέ Υἱὲ ἀνθρώπου, ἰδοὺ ἐγὼ συντρίβω στήριγμα ἄρτου ἐν Ἰερουσαλήμ, καὶ φάγονται ἄρτον ἐν σταθμῷ καὶ ἐν ἐνδείᾳ, καὶ ὕδωρ ἐν μέτρῳ καὶ ἐν ἀφανισμῷ πίονται, 17ὅπως ἐνδεεῖς γένωνται ἄρτου καὶ ὕδατος· καὶ ἀφανισθήσεται ἄνθρωπος καὶ ἀδελφὸς αὐτοῦ, καὶ τακήσονται ἐν ταῖς ἀδικίαις αὐτῶν. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |