Chambers for the Priests 1Καὶ εἰσήγαγέν με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν κατὰ ἀνατολὰς κατέναντι τῆς πύλης τῆς πρὸς βορρᾶν· καὶ εἰσήγαγέν με, καὶ ἰδοὺ ἐξέδραι πέντε ἐχόμεναι τοῦ ἀπολοίπου καὶ ἐχόμεναι τοῦ διορίζοντος πρὸς βορρᾶν, 2ἐπὶ πήχεις ἑκατὸν μῆκος πρὸς βορρᾶν, καὶ τὸ πλάτος πεντήκοντα, 3διαγεγραμμέναι ὃν τρόπον αἱ πύλαι τῆς αὐλῆς τῆς ἐσωτέρας, καὶ ὃν τρόπον τὰ περίστυλα τῆς αὐλῆς τῆς ἐξωτέρας, ἐστιχισμέναι ἀντιπρόσωποι στοαὶ τρισσαί. 4καὶ κατέναντι τῶν ἐξεδρῶν περίπατος πηχῶν δέκα τὸ πλάτος, ἐπὶ πήχεις ἑκατὸν τὸ μῆκος· καὶ τὰ θυρώματα αὐτῶν πρὸς βορρᾶν, 5καὶ οἱ περίπατοι οἱ ὑπερῷοι ὡσαύτως. ὅτι ἐξείχετο τὸ περίστυλον ἐξ αὐτοῦ, ἐκ τοῦ ὑποκάτωθεν περιστύλου, καὶ τὸ διάστημα· οὕτως περίστυλον καὶ διάστημα, καὶ οὕτως στοαὶ δύο. 6διότι τριπλαῖ ἦσαν, καὶ στύλους οὐκ εἶχον καθὼς οἱ στύλοι τῶν ἐξωτέρων· διὰ τοῦτο ἐξείχοντο τῶν ὑποκάτωθεν καὶ τῶν μέσων ἀπὸ τῆς γῆς. 7καὶ φῶς ἔξωθεν, ὃν τρόπον αἱ ἐξέδραι τῆς αὐλῆς τῆς ἐξωτέρας αἱ βλέπουσαι ἀπέναντι τῶν ἐξεδρῶν τῶν πρὸς βορρᾶν, μῆκος πήχεων πεντήκοντα. 8ὅτι τὸ μῆκος τῶν ἐξεδρῶν τῶν βλεπουσῶν εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πηχῶν πεντήκοντα, καὶ αὗταί εἰσιν αἱ ἀντιπρόσωποι ταύταις· τὸ πᾶν πηχῶν ἑκατόν. 9καὶ αἱ θύραι τῶν ἐξεδρῶν τούτων τῆς εἰσόδου τῆς πρὸς ἀνατολὰς τοῦ εἰσπορεύεσθαι δι᾽ αὐτῶν ἐκ τῆς αὐλῆς τῆς ἐξωτέρας 10κατὰ τὸ φῶς τοῦ ἐν ἀρχῇ περιπάτου· καὶ τὰ πρὸς νότον κατὰ πρόσωπον τοῦ νότου, κατὰ πρόσωπον τοῦ ἀπολοίπου καὶ κατὰ πρόσωπον τοῦ διορίζοντος· καὶ αἱ ἐξέδραι 11καὶ ὁ περίπατος κατὰ πρόσωπον αὐτῶν, κατὰ τὰ μέτρα ἐξεδρῶν τῶν πρὸς βορρᾶν καὶ κατὰ τὸ μῆκος αὐτῶν καὶ κατὰ τὸ εὖρος αὐτῶν καὶ κατὰ πάσας τὰς ἐξόδους αὐτῶν καὶ κατὰ πάσας τὰς ἐπιστροφὰς αὐτῶν καὶ κατὰ τὰ φῶτα αὐτῶν καὶ κατὰ τὰ θυρώματα αὐτῶν, 12τῶν ἐξεδρῶν τῶν πρὸς νότον, καὶ κατὰ τὰ θυρώματα ἀπ᾽ ἀρχῆς τοῦ περιπάτου ὡς ἐπὶ φῶς διαστήματος καλάμου, καὶ κατ᾽ ἀνατολὰς τοῦ εἰσπορεύεσθαι δι᾽ αὐτῶν. 13καὶ εἶπεν πρὸς μέ Αἱ ἐξέδραι αἱ πρὸς βορρᾶν καὶ αἱ ἐξέδραι αἱ πρὸς νὸτον, οὖσαι κατὰ πρόσωπον τῶν διαστημάτων, αὗταί εἰσιν αἱ ἐξέδραι τοῦ ἁγίου, ἐν αἷς φάγονται ἐκεῖ οἱ ἱερεῖς υἱοὶ Σαδδοὺκ οἱ ἐγγίζοντες πρὸς Κύριον τὰ ἅγια τῶν ἁγίων· καὶ ἐκεῖ θήσουσιν τὰ ἅγια τῶν ἁγίων καὶ τὴν θυσίαν καὶ τὰ περὶ ἁμαρτίας καὶ τὰ περὶ ἀγνοίας, διότι ὁ τόπος ἅγιος. 14οὐκ εἰσελεύσονται ἐκεῖ παρὲξ τῶν ἱερέων, οὐκ ἐξελεύσονται ἐκ τοῦ ἁγίου εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν, ὅπως διὰ παντὸς ἅγιοι ὦσιν οἱ προσάγοντες· καὶ μὴ ἅπτωνται τοῦ στολισμοῦ αὐτῶν ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς, διότι ἅγιά ἐστιν· καὶ ἐνδύσονται ἱμάτια ἕτερα ὅταν ἅπτωνται τοῦ λαοῦ. Outer Measurements 15Καὶ συνετελέσθη ἡ διαμέτρησις τοῦ οἴκου ἔσωθεν. καὶ ἐξήγαγέν με καθ᾽ ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολάς, καὶ διεμέτρησεν τὸ ὑπόδειγμα τοῦ οἴκου κυκλόθεν ἐν διατάξει. 16καὶ ἔστη κατὰ νώτου τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ διεμέτρησεν πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου. 17καὶ ἐπέστρεψεν πρὸς βορρᾶν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον τοῦ βορρᾶ, πήχεις πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου. 18καὶ ἐπέστρεψεν πρὸς θάλασσαν καὶ διεμέτρησεν τὸ κατὰ πρόσωπον θαλάσσης, πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου. 19καὶ ἐπέστρεψεν πρὸς νότον καὶ διεμέτρησεν κατέναντι τοῦ νότου, πεντακοσίους ἐν τῷ καλάμῳ τοῦ μέτρου, 20τὰ τέσσερα μέρη τοῦ αὐτοῦ καλάμου· καὶ διέταξεν αὐτὸν καὶ περίβολον αὐτῶν κύκλῳ, πεντακοσίων πρὸς ἀνατολὰς καὶ πεντακοσίων πηχῶν εὖρος, τοῦ διαστέλλειν ἀνὰ μέσον τῶν ἁγίων καὶ ἀνὰ μέσον τοῦ προτειχίσματος τοῦ ἐν διατάξει τοῦ οἴκου. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |