Hosea 5
Swete's Septuagint ABP ▾  HEB ▾ 

God's Judgment on Israel and Judah

1Ἀκούσατε ταῦτα, οἱ ἱερεῖς, καὶ προσέχετε, οἶκος Ἰσραήλ, καὶ ὁ οἶκος τοῦ βασιλέως, ἐνωτίζεσθε, διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα· ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον,

2ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν. ἐγὼ δὲ παιδευτὴς ὑμῶν·

3ἐγὼ ἔγνων τὸν Ἐφράιμ, καὶ Ἰσραὴλ οὐκ ἄπεστιν ἀπ᾽ ἐμοῦ. διότι νῦν ἐξεπόρνευσεν Ἐφράιμ, ἐμιάνθη Ἰσραήλ.

4οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτῶν, ὅτι πνεῦμα πορνίας ἐν αὐτοῖς ἐστίν, τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν.

5καὶ ταπεινωθήσεται ἡ ὕβρις τοῦ Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ, καὶ Ἰσραὴλ καὶ Ἐφράιμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν, καὶ ἀσθενήσει καὶ Ἰούδας μετ᾽ αὐτῶν.

6μετὰ προβάτων καὶ μόσχων πορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον, καὶ οὐ μὴ εὕρωσιν αὐτόν, ὅτι ἐκκέκλικεν ἀπ᾽ αὐτῶν·

7ὅτι τὸν κύριον ἐνκατέλιπον, ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς· νῦν καταφάγεται αὐτοὺς ἡ ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν.

8Σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς, ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν, κηρύξατε ἐν τῷ οἴκῳ Ὤν, ἐξέστη Βενιαμείν,

9Ἐφράιμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου. ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά·

10ἐγένοντο οἱ ἄρχοντες Ἰούδα ὡς μετατιθέντες ὅρια, ἐπ᾽ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου.

11κατεδυνάστευσεν Ἐφράιμ τὸν ἀντίδικον αὐτοῦ, κατεπάτησεν τὸ κρίμα, ὅτι ἤρξατο πορεύεσθαι ὀπίσω τῶν ματαίων.

12καὶ ἐγὼ ὡς ταραχὴ τῷ Ἐφράιμ, καὶ ὡς κέντρον τῷ οἴκῳ Ἰούδα.

13καὶ εἶδεν Ἐφράιμ τὴν νόσον αὐτοῦ, καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ· καὶ ἐπορεύθη Ἐφράιμ πρὸς Ἀσσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ἰαρείμ· καὶ οὗτος οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς, καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη.

14διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Ἐφράιμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα· καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήμψομαι, καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος.

15πορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου, ἕως οὗ ἀφανισθῶσιν καὶ ζητήσουσιν τὸ πρόσωπόν μου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Hosea 4
Top of Page
Top of Page