Jeremiah 23
Swete's Septuagint ABP ▾  HEB ▾ 

David's Righteous Branch

1Ὢ ποιμένες οἱ ἀπολλύοντες καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς αὐτῶν. 2διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφ᾽ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν. 3καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἐπὶ πάσης τῆς γῆς οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηθήσονται καὶ πληθυνθήσονται. 4καὶ ἀναστήσω αὐτοῖς ποιμένας οἳ ποιμανοῦσιν αὐτούς, καὶ οὐ φοβηθήσονται ἔτι οὐδὲ πτοηθήσονται, λέγει Κύριος.

5Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυεὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.

6ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ ὃ καλέσει αὐτὸν Κύριος Ἰωσέδεκ.

7διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ Κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, 8ἀλλά Ζῇ κύριος ὃς συνήγαγεν ἅπαν τὸ σπέρμα Ἰσραὴλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξῶσεν αὐτοὺς ἐκεῖ, καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν.

Lying Prophets

9Ἐν τοῖς προφήταις. Συνετρίβη ἡ καρδία μου ἐν ἐμοί, ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ οἴνου, ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ.

10ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γῆ, ἐξηράνθησαν αἱ νομαὶ τῆς ἐρήμου· καὶ ἐγένετο ὁ δρυμὸς αὐτῶν πονηρός, καὶ ἡ ἰσχὺς αὐτῶν οὕτως.

11ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν, καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν.

12διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ, καὶ ὑποσκελισθήσονται καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπ᾽ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.

13καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροφήτευσαν διὰ τῆς Βάαλ, καὶ ἐπλάνησαν τὸν λαόν μου Ἰσραήλ.

14καὶ ἐν τοῖς προφήταις Ἰερουσαλὴμ ἑώρακα φρικτά, μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πολλῶν τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς· ἐγενήθησάν μοι πάντες ὡς Σόδομα, καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Γόμορρα.

15Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν, ὅτι ἀπὸ τῶν προφητῶν Ἰερουσαλὴμ ἐξῆλθεν μολυσμὸς πάσῃ τῇ γῇ.

16οὕτως λέγει Κύριος Παντοκράτωρ Μὴ ἀκούετε τοὺς λόγους τῶν προφητῶν, ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσιν καὶ οὐκ ἀπὸ στόματος Κυρίου.

17λέγουσιν τοῖς ἀπωθουμένοις τὸν λόγον Κυρίου Εἰρήνη ἔσται ὑμῖν, καὶ πᾶσιν τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν Οὐχ ἥξει ἐπὶ σὲ κακά.

18ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου καὶ εἶδεν τὸν λόγον αὐτοῦ; τίς ἐνωτίσατο καὶ ἤκουσεν;

19ἰδοὺ σεισμὸς παρὰ Κυρίου καὶ ὀργὴ ἐκπορεύεται εἰς συνσεισμόν, συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει

20καὶ οὐκέτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ποιήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτό.

21οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτούς, καὶ αὐτοὶ ἐπροφήτευον.

22καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ εἰ ἤκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν.

23θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν.

24εἰ κρυβήσεταί τις ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;

25ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται· προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες Ἠνυπνιασάμην ἐνύπνιον. 26ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων ψευδῆ, ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα καρδίας αὐτῶν, 27τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βάαλ; 28ὁ προφήτης ἐν ᾧ τὸ ἐνύπνιόν ἐστιν, διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ· καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν, διηγησάσθω τὸν λόγον μου ἐπ᾽ ἀληθείας. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; 29οὕτως οἱ λόγοι μου, λέγει Κύριος· οὐκ ἰδοὺ οἱ λόγοι μου ὥσπερ πῦρ, καὶ ὡς πέλυξ κόπτων πέτραν; 30 31 32διὰ τοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια ψευδῆ, καὶ οὐ διηγοῦντο αὐτά, καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ ὠφέλειαν οὐκ ὠφελήσουσιν τὸν λαὸν τοῦτον.

False Oracles

33καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ προφήτης Τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς Ὑμεῖς ἐστε τὸ λῆμμα καὶ ῥάξω ὑμᾶς, λέγει Κύριος. 34ὁ προφήτης καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς οἳ ἂν εἴπωσιν Λῆμμα Κυρίου, καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ. 35οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ Τί ἀπεκρίθη Κύριος, καὶ τί ἐλάλησεν Κύριος; 36καὶ Λῆμμα Κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ. 37καὶ διὰ τί ἐλάλησεν Κύριος ὁ θεὸς ἡμῶν; 38διὰ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς ἡμῶν Ἀνθ᾽ ὧν εἴπατε τὸν λόγον τοῦτον Λῆμμα Κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων Οὐκ ἐρεῖτε Λῆμμα Κυρίου· 39διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν, 40καὶ δώσω εἰς ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Jeremiah 22
Top of Page
Top of Page