Psalm 77
Swete's Septuagint ABP ▾  HEB ▾ 

In Distress, I Sought the Lord

1Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθούμ· τῷ Ἀσὰφ ψαλμός. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι.

2ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα, ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.

3ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου. διάψαλμα.

4προκατελάβοντο φυλακὰς οἱ ἐχθροί μου· ἐταράχθην καὶ οὐκ ἐλάλησα.

5διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια

6ἐμνήσθην καὶ ἐμελέτησα· νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλεν τὸ πνεῦμά μου.

7μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;

8ἢ εἰς τέλος ἀποκόψει τὸ ἔλεος ἀπὸ γενεᾶς καὶ γενεᾶς;

9ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ θεός, ἢ συνέξει τοὺς οἰκτειρμοὺς αὐτοῦ ἐν τῇ ὀργῇ αὐτοῦ; διάψαλμα.

10καὶ εἶπα Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου.

11ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου,

12καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω.

13ὁ θεός, ἐν τῇ ἁγίῳ ἡ ὁδός σου· τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν;

14σὺ εἶ ὁ θεὸς ἡμῶν ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς σου τὴν δύναμίν σου·

15ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ. διάψαλμα.

16εἴδοσάν σε ὕδατα, ὁ θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι·

17πλῆθος ἠχοῦς ὕδατος· φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται·

18φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.

19ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.

20ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Psalm 76
Top of Page
Top of Page