2 Corinthians 6
Study Bible ABP ▾ 
Paul's Hardships and God's Grace

Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς

λέγει γάρ Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι Ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος ἰδοὺ νῦν ἡμέρα σωτηρίας

Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν ἵνα μὴ μωμηθῇ διακονία ἀλλ’ ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι ἐν ὑπομονῇ πολλῇ ἐν θλίψεσιν ἐν ἀνάγκαις ἐν στενοχωρίαις ἐν πληγαῖς ἐν φυλακαῖς ἐν ἀκαταστασίαις ἐν κόποις ἐν ἀγρυπνίαις ἐν νηστείαις ἐν ἁγνότητι ἐν γνώσει ἐν μακροθυμίᾳ ἐν χρηστότητι ἐν Πνεύματι Ἁγίῳ ἐν ἀγάπῃ ἀνυποκρίτῳ ἐν λόγῳ ἀληθείας ἐν δυνάμει Θεοῦ διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν διὰ δόξης καὶ ἀτιμίας διὰ δυσφημίας καὶ εὐφημίας ὡς πλάνοι καὶ ἀληθεῖς ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι 10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες

11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς Κορίνθιοι καρδία ἡμῶν πεπλάτυνται 12 οὐ στενοχωρεῖσθε ἐν ἡμῖν στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν 13 τὴν δὲ αὐτὴν ἀντιμισθίαν ὡς τέκνοις λέγω πλατύνθητε καὶ ὑμεῖς

Do Not Be Unequally Yoked

14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ τίς κοινωνία φωτὶ πρὸς σκότος 15 τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ τίς μερὶς πιστῷ μετὰ ἀπίστου

16 τίς δὲ συνκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος καθὼς εἶπεν Θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω* καὶ ἔσομαι αὐτῶν Θεός καὶ αὐτοὶ ἔσονταί μου λαός

17 Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε λέγει Κύριος καὶ ἀκαθάρτου μὴ ἅπτεσθε κἀγὼ εἰσδέξομαι ὑμᾶς

18 Καὶ Ἔσομαι ὑμῖν εἰς Πατέρα καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας λέγει Κύριος Παντοκράτωρ

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


2 Corinthians 5
Top of Page
Top of Page