Hebrews 4
Study Bible ABP ▾ 
A Sabbath-Rest for God's People

Φοβηθῶμεν οὖν μή‿ ποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι καὶ γάρ ἐσμεν εὐηγγελισμένοι καθάπερ κἀκεῖνοι ἀλλ’ οὐκ ὠφέλησεν λόγος τῆς ἀκοῆς ἐκείνους μὴ συγκεκερασμένους* τῇ πίστει τοῖς ἀκούσασιν

Εἰσερχόμεθα γὰρ εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες καθὼς εἴρηκεν Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου Καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων

εἴρηκεν γάρ που περὶ τῆς ἑβδόμης οὕτως Καὶ κατέπαυσεν Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ καὶ ἐν τούτῳ πάλιν Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου Ἐπεὶ οὖν ἀπολείπεται τινὰς εἰσελθεῖν εἰς αὐτήν καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι’ ἀπείθειαν

πάλιν τινὰ ὁρίζει ἡμέραν Σήμερον ἐν Δαυὶδ λέγων μετὰ τοσοῦτον χρόνον καθὼς προείρηται Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν

Εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ 10  γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὥσπερ ἀπὸ τῶν ἰδίων Θεός 11 Σπουδάσωμεν οὖν εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν ἵνα μὴ ἐν τῷ αὐτῷ τις ὑποδείγματι πέσῃ τῆς ἀπειθείας

God's Word is Living and Active

12 Ζῶν γὰρ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος ἁρμῶν τε καὶ μυελῶν καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας 13 καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ πρὸς ὃν ἡμῖν λόγος

Jesus the Great High Priest

14 Ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς Ἰησοῦν τὸν Υἱὸν τοῦ Θεοῦ κρατῶμεν τῆς ὁμολογίας 15 οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν πεπειρασμένον δὲ κατὰ πάντα καθ’ ὁμοιότητα χωρὶς ἁμαρτίας 16 προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος ἵνα λάβωμεν ἔλεος καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Hebrews 3
Top of Page
Top of Page