Matthew 10
Study Bible ABP ▾ 
The Twelve Apostles

Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν

Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα πρῶτος Σίμων λεγόμενος Πέτρος καὶ Ἀνδρέας ἀδελφὸς αὐτοῦ καὶ Ἰάκωβος τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ἀδελφὸς αὐτοῦ Φίλιππος καὶ Βαρθολομαῖος Θωμᾶς καὶ Μαθθαῖος τελώνης Ἰάκωβος τοῦ Ἁλφαίου καὶ Θαδδαῖος Σίμων Καναναῖος καὶ Ἰούδας Ἰσκαριώτης καὶ παραδοὺς αὐτόν

The Ministry of the Twelve

Τούτους τοὺς δώδεκα ἀπέστειλεν Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν βασιλεία τῶν οὐρανῶν ἀσθενοῦντας θεραπεύετε νεκροὺς ἐγείρετε λεπροὺς καθαρίζετε δαιμόνια ἐκβάλλετε δωρεὰν ἐλάβετε δωρεὰν δότε Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν 10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον ἄξιος γὰρ ἐργάτης τῆς τροφῆς αὐτοῦ 11 Εἰς ἣν δ’ ἂν πόλιν κώμην εἰσέλθητε ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε 12 εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτήν 13 καὶ ἐὰν μὲν οἰκία ἀξία ἐλθάτω εἰρήνη ὑμῶν ἐπ’ αὐτήν ἐὰν δὲ μὴ ἀξία εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω 14 καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν ἐξερχόμενοι ἔξω τῆς οἰκίας τῆς πόλεως ἐκείνης ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν 15 ἀμὴν λέγω ὑμῖν ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως τῇ πόλει ἐκείνῃ

Comfort in Persecution

16 Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί 17 Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς 18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν 19 ὅταν δὲ παραδῶσιν ὑμᾶς μὴ μεριμνήσητε πῶς τί λαλήσητε δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε 20 οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν

21 Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς 22 καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται

23 Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ φεύγετε εἰς τὴν ἑτέραν ἀμὴν γὰρ λέγω ὑμῖν οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ‹ἂν› ἔλθῃ Υἱὸς τοῦ ἀνθρώπου

24 Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ 25 ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς διδάσκαλος αὐτοῦ καὶ δοῦλος ὡς κύριος αὐτοῦ εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ

Fearing God Alone

26 Μὴ οὖν φοβηθῆτε αὐτούς οὐδὲν γάρ ἐστιν κεκαλυμμένον οὐκ ἀποκαλυφθήσεται καὶ κρυπτὸν οὐ γνωσθήσεται 27  λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτί καὶ εἰς τὸ οὖς ἀκούετε κηρύξατε ἐπὶ τῶν δωμάτων 28 Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ 29 Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν 30 ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν 31 μὴ οὖν φοβεῖσθε πολλῶν στρουθίων διαφέρετε ὑμεῖς

Confessing Christ

32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς 33 ὅστις δ’ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς

The Sword of the Gospel

34 Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν 35 ἦλθον γὰρ διχάσαι Ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ Καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς Καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς 36 Καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Matthew 9
Top of Page
Top of Page