Titus 1
Study Bible ABP ▾ 
Paul's Greeting to Titus

Παῦλος δοῦλος Θεοῦ ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ’ εὐσέβειαν ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου ἣν ἐπηγγείλατο ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ἐπιστεύθην ἐγὼ κατ’ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ

Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν Χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν

Appointment of Elders on Crete

Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους ὡς ἐγώ σοι διεταξάμην εἴ τίς ἐστιν ἀνέγκλητος μιᾶς γυναικὸς ἀνήρ τέκνα ἔχων πιστά μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἀνυπότακτα Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον μὴ αὐθάδη μὴ ὀργίλον μὴ πάροινον μὴ πλήκτην μὴ αἰσχροκερδῆ ἀλλὰ φιλόξενον φιλάγαθον σώφρονα δίκαιον ὅσιον ἐγκρατῆ ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου ἵνα δυνατὸς καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν

Correcting False Teachers

10 Εἰσὶν γὰρ πολλοὶ ‹καὶ› ἀνυπότακτοι ματαιολόγοι καὶ φρεναπάται μάλιστα οἱ ἐκ τῆς περιτομῆς 11 οὓς δεῖ ἐπιστομίζειν οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες μὴ δεῖ αἰσχροῦ κέρδους χάριν 12 εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης Κρῆτες ἀεὶ ψεῦσται κακὰ θηρία γαστέρες ἀργαί 13  μαρτυρία αὕτη ἐστὶν ἀληθής δι’ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει 14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν 15 Πάντα καθαρὰ τοῖς καθαροῖς τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν ἀλλὰ μεμίανται αὐτῶν καὶ νοῦς καὶ συνείδησις 16 Θεὸν ὁμολογοῦσιν εἰδέναι τοῖς δὲ ἔργοις ἀρνοῦνται βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


2 Timothy 4
Top of Page
Top of Page