2 Chronicles 27
Berean Greek Bible Par ▾ 

Jotham Reigns in Judah
(2 Kings 15:32–38)

1Εἴκοσι πέντε ἐτῶν Ἰωαθὰμ ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ δέκα ἓξ ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰερουσσὰ θυγάτηρ Σαδώρ.a 2καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ἃ ἐποίησεν Ὀζείας ὁ πατὴρ αὐτοῦ, ἀλλ᾽ οὐκ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, καὶ ἔτι ὁ λαὸς κατεφθείρετο.b 3αὐτὸς ᾠκοδόμησεν τὴν πύλην οἴκου Κυρίου τὴν ὑψηλήν, καὶ ἐν τείχει αὐτοῦ Ὄπλα ᾠκοδόμησεν πολλά· 4καὶ πόλεις ᾠκοδόμησεν ἐν ὄρει Ἰούδα καὶ ἐν τοῖς δρυμοῖς καὶ οἰκήσεις καὶ πύργους. 5αὐτὸς ἐμαχέσατο πρὸς βασιλέα υἱῶν Ἀμμὼν καὶ κατίσχυσεν ἐπ᾽ αὐτόν. καὶ ἐδίδουν αὐτῷ κατ᾽ ἐνιαυτὸν ἑκατὸν τάλαντα ἀργυρίου καὶ δέκα χιλιάδας κόρων πυροῦ καὶ κριθῶν δέκα χιλιάδας· ταῦτα ἔφερεν αὐτῷ βασιλεὺς Ἀμμὼν κατ᾽ ἐνιαυτὸν ἐν τῷ πρώτῳ ἔτει καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ. 6καὶ κατίσχυσεν Ἰωαθάμ, ὅτι ἡτοίμασεν τὰς ὁδοὺς αὐτοῦ ἔναντι Κυρίου θεοῦ αὐτοῦ. 7καὶ οἱ λοιποὶ λόγοι Ἰωαθὰμ καὶ ὁ πόλεμος καὶ αἱ πράξεις αὐτοῦ, ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ. 9καὶ ἐκοιμήθη Ἰωαθὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀχὰς υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.


Footnotes:

1 a See 2 Kings 15:33.
2 b See 2 Kings 14:21.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Chronicles 26
Top of Page
Top of Page