2 Chronicles 8
Berean Greek Bible Par ▾ 

Solomon’s Additional Achievements
(1 Kings 9:10–28)

1Καὶ ἐγένετο μετὰ εἴκοσι ἔτη ἐν οἷς οἰκοδόμησεν Σαλωμὼν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ, 2καὶ τὰς πόλεις ἃς ἔδωκεν Χειρὰμ τῷ Σαλωμών, ᾠκοδόμησεν αὐτὰς Σαλωμὼν καὶ κατῴκισεν ἐκεῖ τοὺς υἱοὺς Ἰσραήλ.

3καὶ ἦλθεν Σαλωμὼν εἰς Βαισωβὰ καὶ κατίσχυσεν αὐτήν. 4καὶ ᾠκοδόμησεν τὴν Θοεδομὸρ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πὸλεις τὰς ὀχυρὰς ᾠκοδόμησεν ἐν Ἡμάθ. 5καὶ ᾠκοδόμησεν τὴν Βαιθωρὼμ τὴν ἄνω καὶ τὴν Βαιθωρὼμ τὴν κάτω, πόλεις ὀχυράς, τείχη, πύλαι καὶ μοχλοί. 6καὶ τὴν Βαλαά, καὶ πάσας τὰς πόλεις τὰς ὀχυρὰς αἳ ἦσαν τῷ Σαλωμών, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ τὰς πὸλεις τῶν ἱππέων, καὶ ὅσα ἐπεθύμησεν Σαλωμὼν κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ἰερουσαλὴμ καὶ ἐν τῷ Λιβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.

7πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὑαίου καὶ τοῦ Ἰεβουσαίου, οἳ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσραήλ· 8ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν καταλειφθέντων μετ᾽ αὐτοῦ ἐν τῇ γῇ οὓς ἐξωλέθρευσαν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης. 9καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκεν Σαλωμὼν εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ, ὅτι ἰδοὺ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες, καὶ οἱ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων. 10καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμών, πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ.

11καὶ τὴν θυγατέρα Φαραὼ Σαλωμὼν ἀνήγαγεν ἐκ πόλεως Δαυεὶδ εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν αὐτῇ, ὅτι εἶπεν Οὐ κατοικήσει ἡ γυνή μου ἐν πόλει Δαυεὶδ τοῦ βασιλέως Ἰσραήλ, ὅτι ἅγιός ἐστιν οὗ εἰσῆλθεν ἐκεῖ κιβωτὸς Κυρίου.

12Τότε ἀνήνεγκεν Σαλωμὼν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν ἀπέναντι τοῦ ναοῦ, 13καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ, τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις καὶ ἐν τοῖς μησὶν καὶ ἐν ταῖς ἑορταῖς, τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ, ἐν τῇ ἑορτῇ τῶν ἀζύμων, ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων, ἐν τῇ ἑορτῇ τῶν σκηνῶν.a

14καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυεὶδ τὰς διαιρέσεις τῶν ἱερέων κατὰ τὰς λειτουργίας αὐτῶν· καὶ οἱ Λευεῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν τοῦ λειτουργεῖν καὶ αἱνεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ· καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πὐλην καὶ πὐλην, ὅτι οὕτως ἐντολαὶ Δαυεὶδ ἀνθρώπου τοῦ θεοῦ. 15οὐ παρῆλθον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ τῶν ἱερέων καὶ τῶν Λευειτῶν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς.

16καὶ ἡτοιμάσθη πᾶσα ἡ ἐργασία ἀφ᾽ ἧς ἡμέρας ἐθεμελιώθη ἕως οὗ ἐτελείωσεν Σαλωμὼν τὸν οἶκον Κυρίου.

17Τότε ᾤχετο Σαλωμὼν εἰς Γασιὼν Γάβερ καὶ εἰς τὴν Αἰλὰμ τὴν παραθαλασσίαν ἐν γῇ Ἰδουμαίᾳ. 18καὶ ἀπέστειλεν Χειρὰμ ἐν χειρὶ παὶδων αὐτοῦ πλοῖα καὶ παῖδας εἰδότας θάλασσαν, καὶ ᾤχετο μετὰ τῶν παίδων Σαλωμὼν εἰς Σωφείρα, καὶ ἔλαβεν ἐκεῖθεν τὰ τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου, καὶ ἦλθον πρὸς τὸν βασιλέα Σαλωμών.


Footnotes:

13 a See Exodus 12:14–20.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




2 Chronicles 7
Top of Page
Top of Page