Genesis 50
Berean Greek Bible Par ▾ 

Mourning and Burial for Jacob

1καὶ ἐπιπεσὼν Ἰωσὴφ ἐπὶ τὸ πρόσωπον τοῦ πατρὸς αὐτοῦ ἔκλαυσεν αὐτὸν καὶ ἐφίλησεν αὐτόν. 2καὶ προσέταξεν Ἰωσὴφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ· καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Ἰσραήλ. 3καὶ ἐπλήρωσεν αὐτοὺς τεσσεράκοντα ἡμέρας· οὕτως γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς· καὶ ἐπένθησεν αὐτὸν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας.

4Ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν Ἰωσὴφ πρὸς τοὺς δυνάστας Φαραὼ λέγων Εἰ εὗρον χάριν ἐναντίον ὑμῶν, λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραὼ λέγοντες 5Ὁ πατήρ με ὥρκισεν λέγων Ἐν τῷ μνημείῳ ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χανάαν, ἐκεῖ με θάψεις. νῦν οὖν ἀναβὰς θάψω τὸν πατέρα μου, καὶ ἀπελεύσομαι. 6καὶ εἶπεν Φαραώ Ἀνάβηθι, θάψον τὸν πατέρα σου καθάπερ ὥρκισέν σε.

7καὶ ἀνέβη Ἰωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ· καὶ συνανέβησαν μετ᾽ αὐτοῦ πάντες οἱ παῖδες Φαραὼ καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ, καὶ πάντες οἱ πρεσβύτεροι τῆς γῆς Αἰγύπτου, 8καὶ πᾶσα ἡ πανοικία Ἰωσὴφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ καὶ ἡ συγγενία αὐτοῦ· καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑπελίποντο ἐν γῇ Γέσεμ. 9καὶ συνανέβησαν μετ᾽ αὐτοῦ καὶ ἅρματα καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα. 10καὶ παρεγένοντο εἰς ἅλωνα Ἀτάδ, ὅ ἐστιν πέραν τοῦ Ἰορδάνου, καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα· καὶ ἐποίησαν τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας. 11καὶ ἴδον οἱ κάτοικοι τῆς γῆς Χανάαν τὸ πένθος ἐν ἅλωνι Ἀτὰδ καὶ εἶπαν Πένθος μέγα τοῦτό ἐστιν τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Πένθος Αἰγύπτου, ὅ ἐστιν πέραν τοῦ Ἰορδάνου.

12καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐκεῖ. 13καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χανάαν, καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Ἀβραὰμ τὸ σπήλαιον ἐν κτήσει μνημείου παρὰ Ἐφρὼν τοῦ Χετταίου, κατέναντι Μαμβρή. 14Καὶ ἀπέστρεψεν Ἰωσὴφ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ.

Joseph Comforts His Brothers

15ἰδόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν εἶπαν Μή ποτε μνησικακήσῃ ἡμῖν Ἰωσήφ, καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακὰ ἃ ἐνεδειξάμεθα αὐτῷ. 16καὶ παρεγένοντο πρὸς Ἰωσὴφ λέγοντες Ὁ πατήρ σου ὥρκισεν πρὸ τοῦ τελευτῆσαι αὐτὸν λέγων 17Οὕτως εἴπατε Ἰωσήφ Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο· καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ θεοῦ τοῦ πατρός σου. καὶ ἔκλαυσεν Ἰωσὴφ λαλούντων αὐτῶν πρὸς αὐτόν. 18καὶ ἐλθόντες πρὸς αὐτὸν εἶπαν Οἵδε ἡμεῖς οἰκέται. 19καὶ εἶπεν αὐτοῖς Ἰωσήφ Μὴ φοβεῖσθε, τοῦ γὰρ θεοῦ ἐγὼ εἰμί· 20ὑμεῖς ἐβουλεύσασθε κατ᾽ ἐμοῦ εἰς πονηρά, ὁ δὲ θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον, ἵνα τραφῇ λαὸς πολύς. 21εἶπεν δὲ αὐτοῖς Μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς καὶ τὰς οἰκίας ὑμῶν. καὶ παρεκάλεσεν αὐτοὺς καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν.

The Death of Joseph

22Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ πανοικία τοῦ πατρὸς αὐτοῦ· καὶ ἔζησεν Ἰωσὴφ ἔτη ἑκατὸν δέκα. 23καὶ εἶδεν Ἰωσὴφ Ἐφράιμ παιδία ἕως τρίτης γενεᾶς· καὶ υἱοὶ Μαχεὶρ τοῦ υἱοῦ Μανασσὴ ἐτέχθησαν ἐπὶ μηρῶν Ἰωσήφ. 24καὶ εἶπεν Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων Ἐγὼ ἀποθνήσκω· ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ὁ θεός, καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν ἣν ὤμοσεν ὁ θεὸς τοῖς πατράσιν ἡμῶν, Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. 25καὶ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων Ἐν τῇ ἐπισκοπῇ ᾗ ἐπισκέψεται ὑμᾶς ὁ θεὸς καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ᾽ ὑμῶν. 26καὶ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα· καὶ ἔθαψαν αὐτὸν καὶ ἔθηκαν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Genesis 49
Top of Page
Top of Page