The Spies Explore Canaan 1Καὶ ἐλάλησεν Κύριος πρός Μωυσῆν λέγων 2Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν· ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστείλας αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν. 3καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι. 4καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ῥουβήν, Σαμουὴλ υἱὸς Ζάκχυρ. 5τῆς φυλῆς Συμεών, Σαφὰτ υἱὸς Σουρεί· 6τῆς φυλῆς Ἰούδα, Χαλὲβ υἱὸς Ἰεφοννή· 7τῆς φυλῆς Ἰσσαχάρ, Ἰλαὰλ υἱὸς Ἰωσήφ· 8τῆς φυλῆς Ἐφράιμ, Αὑσὴ υἱὸς Ναυή· 9τῆς φυλῆς Βενιαμείν, Φαλτεὶ υἱὸς Ῥαφού· 10τῆς φυλῆς Ζαβουλών, Γουδιὴλ υἱὸς Σουδεί· 11τῆς φυλῆς Ἰωσὴφ τῶν υἱῶν Μανασσή, Γαδδεὶ υἱὸς Σουσεί· 12τῆς φυλῆς Δάν, Ἀμειὴλ υἱὸς Γαμαί· 13τῆς φυλῆς Ἀσήρ, Σαθοὺρ υἱὸς Μειχαήλ· 14τῆς φυλῆς Νεφθαλεί, Ναβεὶ υἱὸς Ἰαβεί· 15τῆς φυλῆς Γάδ, Γουδιὴλ υἱὸς Μακχί. 16ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αὑσὴ υἱὸν Ναυὴ Ἰησοῦν. 17καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χανάαν καὶ εἶπεν πρὸς αὐτούς Ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ, καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος· 18καὶ ὄψεσθε τὴν γῆν τίς ἐστιν, καὶ τὸν λαὸν τὸν ἐνκαθήμενον ἐπ᾽ αὐτῆς, εἰ ἰσχυρότερός ἐστιν ἢ ἀσθενής, ἢ ὀλίγοι εἰσὶν ἢ πολλοί· 19καὶ τίς ἡ γῆ εἰς ἣν οὗτοι ἐνκάθηνται ἐπ᾽ αὐτῆς, ἢ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, ἢ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίσταις· 20καὶ τίς ἡ γῆ, ἢ πίων ἢ παρειμένη, ἢ ἔστιν ἐν αὐτῇ δένδρα ἢ οὔ. καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς. 21καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σεὶν ἕως Ῥαάβ, εἰσπορευομένων Ἑφαάθ. 22καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως Χεβρών, καὶ ἐκεῖ Ἀχειμὰν καὶ Σεσσεὶ καὶ Θελαμείν, γενεαὶ Ἐνάχ· καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου. 23καὶ ἦλθον ἕως Φάραγγος βότρυος, καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλήματα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ᾽ αὐτοῦ, καὶ ἦραν αὐτὸν ἐπ᾽ ἀναφορεῦσιν, καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν σικύων. 24τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος, διὰ τὸν βότρυν ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραήλ. The Reports of the Spies 25Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσεράκοντα ἡμέρας. 26καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Φαρὰν Καδής· καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ συναγωγῇ, καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς. 27καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν Ἤλθαμεν εἰς τὴν γῆν ἣν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ οὗτος ὁ καρπὸς αὐτῆς· 28ἀλλ᾽ ἢ ὃτι θρασὺ τὸ ἒθνος τὸ κατοικοῦν ἐπ᾽ αὐτῆς, καὶ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν Ἐνὰχ ἑωράκαμεν ἐκεῖ· 29καὶ Ἀμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ ὁ Χετταῖος καὶ ὁ Εὑαῖος καὶ ὁ Ἰεβουσαῖος καὶ ὁ Ἀμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν. 30καὶ κατεσιώπησεν Χαλὲβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ Οὐχί, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς.
31καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ᾽ αὐτοῦ εἶπαν Οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος· ὅτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον.
32καὶ ἐξήνεγκαν ἔκστασιν ἐπὶ τῆς γῆς ἣν κατεσκέψαντο αὐτὴν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγοντες Τὴν γῆν ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ᾽ αὐτῆς ἐστίν· πᾶς ὁ λαὸς ὃν ἑωράκαμεν ἐν αὐτῇ ἄνδρες ὑπερμήκεις ἐκεῖ·
33καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας, καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες· ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |