The Order of the Camps 1Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν λέγων 2Ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα, κατὰ σημείας, κατ᾽ οἴκους πατριῶν αὐτῶν, παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραήλ· ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ. 3Καὶ οἱ παρεμβαλόντες κατὰ νότον κατ᾽ ἀνατολὰς τάγμα παρεμβολῆς Ἰούδα σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰούδα Ναασσὼν υἱὸς Ἀμειναδάβ· 4δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι. 5καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ἰσσαχάρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἰσσαχὰρ Ναθαναὴλ υἱὸς Σωγάρ· 6δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 7καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Ζαβουλών, καὶ ὁ ἄρχων τῶν υἱῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών· 8δύναμις αὐτῶν οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 9πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ἰούδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι, σὺν δυνάμει αὐτῶν· πρῶτοι ἐξαροῦσιν. 10Τάγμα παρεμβολῆς Ῥουβήν, πρὸς λίβα δύναμις αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ῥουβὴν Ἐλισοὺρ υἱὸς Σεδιούρ· 11δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. 12καὶ οἱ παρεμβαλόντες ἐχόμενοι αὐτοῦ φυλῆς Συμεών, καὶ ὁ ἄρχων τῶν υἱῶν Συμεὼν Σαλαμιὴλ υἱὸς Σουρισαδαί. 13δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι· 14καὶ οἱ παρεμβαλόντες ἐχόμενοι αὐτοῦ φυλὴ Γάδ, καὶ ὁ ἄρχων τῶν υἱῶν Γὰδ Ἐλεισὰφ υἱὸς Ῥαγουήλ· 15δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσεράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα. 16πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς Ῥουβὴν ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα, σὺν δυνάμει αὐτῶν· δεύτεροι ἐξαροῦσιν. 17Καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ ἡ παρεμβολὴ τῶν Λευειτῶν μέσον τῶν παρεμβολῶν· ὡς καὶ παρεμβάλλουσιν, οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ᾽ ἡγεμονίαν. 18Τάγμα παρεμβολῆς Ἐφράιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἐφράιμ Ἐλεισαμὰ υἱὸς Ἐμιούδ. 19δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. 20καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Μανασσή, καὶ ὁ ἄρχων τῶν υἱῶν Μανασσὴ Γαμαλιὴλ υἱὸς Φαδασσούρ· 21δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. 22καὶ οἱ παρεμβαλόντες ἐχόμενοι φυλῆς Βενιαμείν, καὶ ὁ ἄρχων τῶν υἱῶν Βενιαμεὶν Ἀβειδὰν υἱὸς Γαδεωνεί· 23δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι. 24πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Ἐφράιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατόν, σὺν δυνάμει αὐτῶν· τρίτοι ἐξαροῦσιν. 25Τάγμα παρεμβολῆς Δὰν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν, καὶ ὁ ἄρχων τῶν υἱῶν Δὰν Ἀχιέζερ υἱὸς Ἀμεισαδαί· 26δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ πεντακόσιοι. 27καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς Ἀσήρ, καὶ ὁ ἄρχων τῶν υἱῶν Ἀσὴρ Φαγαιὴλ υἱὸς Ἐχράν· 28δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσεράκοντα χιλιάδες καὶ πεντακόσιοι. 29καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς Νεφθαλεί, καὶ ὁ ἄρχων τῶν υἱῶν Νεφθαλεὶ Ἀχειρὲ υἱὸς Αἰνάν· 30δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι. 31πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς Δὰν ἑκατὸν καὶ ν᾽ ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι· ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν. 32Αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν Ἰσραὴλ κατ᾽ οἴκους πατριῶν αὐτῶν· πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα.
33οἱ δὲ Λευεῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ.
34καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ πάντα ὅσα συνέταξεν Κύριος τῷ Μωυσῇ· οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν, καὶ οὕτως ἐξῆρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |