Abijam's Wicked Reign in Judah 1Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει βασιλεύοντος Ἰεροβοὰμ υἱοῦ Ναβὰθ βασιλεύει Ἀβιοὺ υἱὸς Ἰεροβοὰμ ἐπὶ Ἰουδά, 2καὶ ἓξ ἔτη ἐβασίλευσεν· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχά, θυγάτηρ Ἀβεσσαλώμ. 3καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου θεοῦ αὐτοῦ ὡς ἡ καρδία τοῦ πατρὸς αὐτοῦ. 4ὅτι διὰ Δαυεὶδ ἔδωκεν αὐτῷ Κύριος κατάλειμμα, ἵνα στήσῃ τέκνα αὐτοῦ μετ᾽ αὐτὸν καὶ στήσῃ τὴν Ἰερουσαλήμ, 5ὡς ἐποίησεν Δαυεὶδ τὸ εὐθὲς ἐνώπιον Κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὧν ἐνετείλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. 6 7καὶ τὰ λοιπὰ τῶν λόγων Ἀβιοὺ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀβιοὺ καὶ ἀνὰ μέσον Ἰεροβοάμ. 8καὶ ἐκοιμήθη Ἀβιοὺ μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ Ἰεροβοάμ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ βασιλεύει Ἀσὰ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Asa's Good Reign in Judah 9Ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ἰεροβοὰμ βασιλέως Ἰσραὴλ βασιλεύει Ἀσὰ ἐπὶ Ἰούδαν, 10καὶ τεσσεράκοντα καὶ ἓν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀνά, θυγάτηρ Ἀβεσσαλώμ. 11καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπιον Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ. 12καὶ ἀφεῖλεν τὰς τελετὰς ἀπὸ τῆς γῆς, καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν οἱ πατέρες αὐτοῦ. 13καὶ τὴν Ἀνὰ τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησεν σύνοδον ἐν τῷ ἄλσει αὐτῆς· καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς καὶ ἐνέπρησεν πυρὶ ἐν τῷ χειμάρρῳ τῶν κέδρων. 14τὰ δὲ ὑψηλὰ οὐκ ἐξῆρεν· πλὴν ἡ καρδία Ἀσὰ ἦν τελεία μετὰ Κυρίου πάσας τὰς ἡμέρας αὐτοῦ. 15καὶ εἰσήνεγκεν τοὺς κίονας τοῦ πατρὸς αὐτοῦ, καὶ τοὺς κίονας αὐτοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον Κυρίου ἀργυροῦς καὶ χρυσοῦς καὶ σκεύη. War between Asa and Baasha 16καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀσὰ καὶ ἀνὰ μέσον Βαασὰ βασιλέως Ἰσραὴλ πάσας τὰς ἡμέρας. 17καὶ ἀνέβη Βαασὰ βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἰούδαν, καὶ ᾠκοδόμησεν τὴν Ῥααμὰ τοῦ μὴ εἶναι ἐκπορευόμενον καὶ εἰσπορευόμενον τῷ Ἀσὰ βασιλεῖ Ἰούδα. 18καὶ ἔλαβεν Ἀσὰ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν τοῖς θησαυροῖς τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἔδωκεν αὐτὰ εἰς χεῖρας παίδων αὐτοῦ· καὶ ἐξαπέστειλεν αὐτοὺς ὁ βασιλεὺς Ἀσὰ πρὸς υἱὸν Ἁδὲρ υἱὸν Ταβερεμὰ υἱοῦ Ἁζεὶν βασιλέως Συρίας τοῦ κατοικοῦντος ἐν Δαμασκῷ λέγων 19Διάθου διαθήκην ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ πατρός μου καὶ τοῦ πατρός σου· ἰδοὺ ἐξαπέσταλκά σοι δῶρα ἀργύριον καὶ χρυσίον· δεῦρο διασκέδασον τὴν διαθήκην σου τὴν πρὸς Βαασὰ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται ἀπ᾽ ἐμοῦ. 20καὶ ἤκουσεν υἱὸς Ἁδὲρ τοῦ βασιλέως Ἀσά, καὶ ἀπέστειλεν τοὺς ἄρχοντας τῆς δυνάμεως τῶν αὐτοῦ ταῖς πόλεσιν τοῦ Ἰσραήλ· καὶ ἐπάταξαν τὴν Ἀὶν τὴν Δὰν καὶ τὴν Ἀδελμὰθ καὶ πᾶσαν τὴν Χεζράθ, ἕως πάσης τῆς γῆς Νεφθαλεί. 21καὶ ἐγένετο ὡς ἤκουσεν Βαασά, καὶ διέλιπεν τοῦ οἰκοδομεῖν τὴν Ῥααμὰ καὶ ἀνέστρεψεν εἰς Θερσά. 22καὶ ὁ βασιλεὺς Ἀσὰ παρήγγειλεν παντὶ Ἰούδᾳ εἰς Αἰνακείμ, καὶ αἴρουσιν τοὺς λίθους τῆς Ῥααμὰ καὶ τὰ ξύλα αὐτῆς ἃ ᾠκοδόμησεν Βαασά, καὶ ᾠκοδόμησεν ἐν αὐτοῖς ὁ βασιλεὺς Ἀσὰ πᾶν βουνὸν Βενιαμεὶν καὶ τὴν σκοπιάν. Jehoshaphat Succeeds Asa 23καὶ τὰ λοιπὰ τῶν λόγων Ἀσά, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ ἣν ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; πλὴν ἐν τῷ καιρῷ τοῦ γήρως αὐτοῦ ἐπόνεσεν τοὺς πόδας αὐτοῦ. 24καὶ ἐκοιμήθη Ἀσὰ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ βασιλεύει Ἰωσαφὰθ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Nadab's Wicked Reign in Israel 25Καὶ Ναβὰθ υἱὸς Ἰεροβοὰμ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν ἔτει δευτέρῳ τοῦ Ἀσὰ βασιλέως Ἰούδα, καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἔτη δύο. 26καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτεν τὸν Ἰσραήλ. 27καὶ περιεκάθισεν αὐτὸν Βαασὰ υἱὸς Ἀχειὰ ἐπὶ τὸν οἶκον Βελαάν· ὁ υἱὸς Ἀχειὰ καὶ ἐχάραξεν αὐτὸν ἐν Γαβαθὼν τῇ τῶν ἀλλοφύλων· καὶ Ναβὰθ καὶ πᾶς Ἰσραὴλ περιεκάθητο ἐπὶ Γαβαθών. 28καὶ ἐθανάτωσεν αὐτὸν Βαασὰ ἐν ἔτει τρίτῳ βασιλέως τοῦ Ἀσὰ υἱοῦ Ἀβιού, καὶ ἐβασίλευσεν. 29καὶ ἐγένετο ὡς ἐβασίλευσεν, καὶ ἐπάταξεν τὸν οἶκον Ἰεροβοάμ, καὶ οὐχ ὑπελίπετο πᾶσαν πνοὴν τοῦ Ἰεροβοὰμ ἕως τοῦ ἐξολεθρεῦσαι αὐτόν, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐν χειρὶ δούλου Ἀχειὰ τοῦ Σηλωνείτου 30περὶ τῶν ἁμαρτιῶν Ἰεροβοάμ, ὡς ἐξήμαρτεν τὸν Ἰσραήλ, καὶ ἐν τῷ παροργισμῷ αὐτοῦ ᾧ παρώργισεν τὸν κύριον θεὸν τοῦ Ἰσραήλ. 31καὶ τὰ λοιπὰ τῶν λόγων Ναβὰτ καὶ πάντα ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐστὶν ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; Baasha's Wicked Reign in Israel 33Καὶ ἐν τῷ ἔτει τῷ τρίτῳ βασιλέως Ἰούδα βασιλεύει Βαασὰ υἱὸς Ἀχειὰ ἐπὶ Ἰσραὴλ ἐν Θερσὰ εἴκοσι καὶ τέσσαρα ἔτη. 34καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ Ἰεροβοὰμ υἱοῦ Ναβὰθ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, ὡς ἐξήμαρτεν τὸν Ἰσραήλ. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |