Job Responds: He Longs for God 1Ὑπολαβὼν δὲ Ἰὼβ λέγει 2Καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἡ ἔλεγξίς ἐστιν, καὶ ἡ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾽ ἐμῷ στεναγμῷ. 3τίς δ᾽ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος; 4εἴποιμι δὲ ἐμαυτοῦ κρίμα, τὸ δὲ στόμα μου ἐμπλήσαι ἐλέγχων· 5γνῴην δὲ ἰάματα ἅ μοι ἐρεῖ, αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ. 6καὶ ἐν πολλῇ ἰσχύι ἐπελεύσεταί μοι· εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. 7ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾽ αὐτοῦ, ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. 8εἰς γὰρ πρῶτα πορεύσομαι, καὶ οὐκ ἔτι εἰμί, τὰ δὲ ἐπ᾽ ἐσχάτοις, τί οἶδα; 9ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον, περιβαλεῖ δεξιὰ καὶ οὐκ ὄψομαι. 10οἶδεν γὰρ ἤδη ὁδόν μου, διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον. 11ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ, ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα, καὶ οὐ μὴ ἐκκλίνω· 12ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ παρέλθω, ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ. 13εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως, τίς ἐστιν ὁ ἀντειπὼν αὐτῷ; ὃ γὰρ αὐτὸς ἠθέλησεν, καὶ ἐποίησεν. 14διὰ τοῦτο ἐπ᾽ αὐτῷ ἐσπούδακα· νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ. 15ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ· κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. 16Κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου, ὁ δὲ παντοκράτωρ ἐσπούδασέν με. 17οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δὲ μου ἐκάλυψεν γνόφος. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |