Elihu Shows God's Justice and Power 1Προσθεὶς δὲ Ἐλιοῦς ἔτι λέγει 2Μεῖνόν με μικρὸν ἔτι ἵνα διδάξω σε· ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις. 3ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν, ἔργοις δέ μου δίκαια ἐρῶ ἐπ᾽ ἀληθείας 4καὶ οὐκ ἄδικα ῥήματα· ἀδίκως συνίεις. 5γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον, δυνατὸς ἰσχύι καρδίας 6ἀσεβῆ οὐ μὴ ζωοποιήσει, καὶ κρίμα πτωχῶν δώσει. 7οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται. 8καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας· 9καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν. 10ἀλλὰ τοῦ δικαίου εἰσακούσεται· καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας. 11ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν, συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς, καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις. 12ἀσεβεῖς δὲ οὐ διασώζει, παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον, καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν. 13καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν· οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς. 14ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν, ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων, 15ἀνθ᾽ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον· κρίμα δὲ πρᾳέων ἐκθήσει. 16καὶ προσεπιηπάτησέν σε ἐκ στόματος ἐχθροῦ ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς, καὶ κατέβη τράπεζά σου πλήρης πιότητος. 17οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα, 18θυμὸς δὲ ἐπ᾽ ἀσεβεῖς ἔσται, δι᾽ ἀσέβειαν δώρων ὧν ἐδέχοντο ἐπ᾽ ἀδικίαις. 19μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων, καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν. 20μὴ ἐξελκύσῃς τὴν νύκτα, τοῦ ἀναβῆναι λαοὺς ἀντ᾽ αὐτῶν· 21ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄδικα· ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας. 22ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ· τίς γάρ ἐστιν κατ᾽ αὐτὸν δυνάστης; 23τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα; ἢ τίς ὁ εἴπας Ἔπραξεν ἄδικα; 24μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα ὧν ἦρξαν ἄνδρες· 25πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ, ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί. 26ἰδοὺ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθα· ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος. 27ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ, καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην· 28ῥυήσονται παλαιώματα, ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτῳ βροτῷ. [1] ὥραν ἔθετο κτήνεσιν, οἴδασιν δὲ κοίτης τάξιν. [2] ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια, οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος; 29καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ, 30ἰδοὺ ἐκτενεῖ ἐπ᾽ αὐτὸν ἡ ᾠδή, καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν. 31ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς, δώσει τροφὴν τῷ ἀκούοντι. 32ἐπὶ χειρῶν ἐκάλυψεν φῶς, καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι· 33ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ· Κύριος κτῆσις καὶ περὶ ἀδικίας. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |