The Death of Miriam 1Καὶ ἦλθον οἱ υἱοὶ Ἰσραήλ, πᾶσα ἡ συναγωγή, εἰς τὴν ἔρημον Σεὶν ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ κατέμεινεν ὁ λαὸς ἐν Καδής· καὶ ἐτελεύτησεν ἐκεῖ Μαριάμ, καὶ ἐτάφη ἐκεῖ. Water from the Rock 2καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωυσῆν καὶ Ἀαρών. 3καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωυσῆν λέγοντες Ὄφελον ἀπεθάνομεν ἐν τῇ ἀπωλίᾳ τῶν ἀδελφῶν ἡμῶν ἔναντι Κυρίου. 4καὶ ἵνα τί ἀνήγαγες τὴν συναγωγὴν Κυρίου εἰς τὴν ἔρημον ταύτην ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν; 5καὶ ἵνα τί τοῦτο ἀνήγαγες ἡμᾶς ἐξ Αἰγύπτου παραγενέσθαι εἰς τὸν τόπον τοῦτον; τόπος οὗ οὐ σπείρεται, οὐδὲ συκαῖ οὐδὲ ἄμπελοι οὐδὲ ῥόαι, οὐδὲ ὕδωρ ἐστὶν πιεῖν. 6καὶ ἦλθεν Μωυσῆς καὶ Ἀαρὼν ἀπὸ προσώπου τῆς συναγωγῆς ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ ἔπεσαν ἐπὶ πρόσωπον· καὶ ὤφθη ἡ δόξα Κυρίου πρὸς αὐτούς. 7καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 8Λάβε τὴν ῥάβδον, καὶ ἐκκλησίασον τῇ συναγωγῇ σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἔναντι αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς· καὶ ἐξοίσετε αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. 9καὶ ἔλαβεν Μωυσῆς τὴν ῥάβδον τὴν ἀπέναντι Κυρίου, καθὰ συνέταξεν Κύριος· 10καὶ ἐξεκκλησίασεν Μωυσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας, καὶ εἶπεν πρὸς αὐτούς Ἀκούσατέ μου, οἱ ἀπειθεῖς· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; 11καὶ ἐπάρας Μωυσῆς τὴν χεῖρα αὐτοῦ ἐπάταξεν τὴν πέτραν τῇ ῥάβδῳ δίς, καὶ ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν. 12καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρών Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον υἱῶν Ἰσραήλ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν δέδωκα αὐτοῖς. 13τοῦτο ὕδωρ ἀντιλογίας, ὅτι ἐλοιδορήθησαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου, καὶ ἡγιάσθη ἐν αὐτοῖς. Edom Refuses Passage 14Καὶ ἀπέστειλεν Μωυσῆς ἀγγέλους ἐκ Καδὴς πρὸς βασιλέα Ἐδὼμ λέγων Τάδε λέγει ὁ ἀδελφός σου Ἰσραήλ Σὺ ἐπίστῃ πάντα τὸν μόχθον τὸν εὑρόντα ἡμᾶς· 15καὶ κατέβησαν οἱ πατέρες ἡμῶν εἰς Αἴγυπτον, καὶ παρῳκήσαμεν ἐν Αἰγύπτῳ ἡμέρας πλείους, καὶ ἐκάκωσαν ἡμᾶς οἱ Αἰγύπτιοι καὶ τοὺς πατέρας ἡμῶν· 16καὶ ἀνεβοήσαμεν πρὸς Κύριον, καὶ εἰσήκουσεν Κύριος τῆς φωνῆς ἡμῶν, καὶ ἀποστείλας ἄγγελον ἐξήγαγεν ἡμᾶς ἐξ Αἰγύπτου· καὶ νῦν ἐσμὲν ἐν Καδής, πόλει ἐκ μέρους τῶν ὁρίων σου. 17παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι᾽ ἀγρῶν οὐδὲ δι᾽ ἀμπελώνων, οὐδὲ πιόμεθα ὕδωρ ἐκ λάκκου σου· ὁδῷ βασιλικῇ πορευσόμεθα, καὶ οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα ἕως ἂν παρέλθωμεν τὰ ὅριά σου. 18καὶ εἶπεν πρὸς αὐτὸν Ἐδώμ Οὐ διελεύσῃ δι᾽ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαι εἰς συνάντησίν σοι. 19καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ Παρὰ τὸ ὄρος παρελευσόμεθα· ἐὰν δὲ τοῦ ὕδατός σου πίωμεν ἐγώ τε καὶ τὰ κτήνη, δώσω τιμήν σοι· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστιν, παρὰ τὸ ὄρος παρελευσόμεθα. 20ὁ δὲ εἶπεν Οὐ διελεύσῃ δι᾽ ἐμοῦ· καὶ ἐξῆλθεν Ἐδὼμ εἰς συνάντησιν αὐτῷ ἐν ὄχλῳ βαρεῖ καὶ ἐν χειρὶ ἰσχυρᾷ. 21καὶ οὐκ ἠθέλησεν Ἐδὼμ δοῦναι τῷ Ἰσραὴλ παρελθεῖν διὰ τῶν ὁρίων αὐτοῦ· καὶ ἐξέκλινεν Ἰσραὴλ ἀπ᾽ αὐτοῦ. The Death of Aaron 22Καὶ ἀπῆραν ἐκ Καδής· καὶ παρεγένοντο οἱ υἱοὶ Ἰσραήλ, πᾶσα συναγωγή, εἰς Ὣρ τὸ ὄρος. 23καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν ἐν Ὣρ τῷ ὄρει ἐπὶ τῶν ὁρίων γῆς Ἐδὼμ λέγων 24Προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἣν δέδωκα τοῖς υἱοῖς Ἰσραήλ, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς λοιδορίας. 25λάβε τὸν Ἀαρὼν καὶ Ἐλεαζὰρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀναβίβασον αὐτοὺς εἰς Ὣρ τὸ ὄρος ἔναντι πάσης τῆς συναγωγῆς· 26καὶ ἔκδυσον Ἀαρὼν τὴν στολὴν αὐτοῦ καὶ ἔνδυσον Ἐλεαζὰρ τὸν υἱὸν αὐτοῦ, καὶ Ἀαρὼν προστεθεὶς ἀποθανέτω ἐκεῖ. 27καὶ ἐποίησεν Μωυσῆς καθὰ συνέταξεν Κύριος, καὶ ἀνεβίβασεν αὐτὸν εἰς Ὣρ τὸ ὄρος ἐναντίον πάσης τῆς συναγωγῆς. 28καὶ ἐξέδυσεν Ἀαρὼν τὰ ἱμάτια αὐτοῦ καὶ ἐνέδυσεν Ἐλεαζὰρ τὸν υἱὸν αὐτοῦ· καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, καὶ κατέβη Μωυσῆς καὶ Ἐλεαζὰρ ἐκ τοῦ ὄρους. 29καὶ εἶδεν πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ἀαρών· καὶ ἔκλαυσαν τὸν Ἀαρὼν τριάκοντα ἡμέρας πᾶς οἶκος Ἰσραήλ. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |