Psalm 140
Swete's Septuagint ABP ▾  HEB ▾ 

Deliver Me, O Lord, From the Evil Man

1Εἰς τὸ τέλος· τῷ Δαυεὶδ ψαλμός. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με,

2οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·

3ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. διάψαλμα.

4φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με, οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου·

5ἔκρυψαν ὑπερήφανοι παγίδα μοι, καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου· ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι. διάψαλμα.

6εἶπα τῷ κυρίῳ Θεός μου εἶ σύ· ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου.

7Κύριε κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.

8μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατ᾽ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μή ποτε ὑψωθῶσιν. διάψαλμα.

9ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.

10πεσοῦνται ἐπ᾽ αὐτοὺς ἄνθρακες πυρὸς ἐπὶ τῆς γῆς, καὶ καταβαλεῖς αὐτούς. ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν·

11ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς καταφθοράν.

12ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ καὶ τὴν δίκην τῶν πενήτων.

13πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ κατοικήσουσιν εὐθεῖς ἐν τῷ προσώπῳ σου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Psalm 139
Top of Page
Top of Page