Study Bible Examine Yourselves 1 Τρίτον  τοῦτο  ἔρχομαι  πρὸς  ὑμᾶς·  ἐπὶ  στόματος  δύο  μαρτύρων  καὶ  τριῶν  σταθήσεται  πᾶν  ῥῆμα.  
2 προείρηκα  καὶ  προλέγω,  ὡς  παρὼν  τὸ  δεύτερον  καὶ  ἀπὼν  νῦν,  τοῖς  προημαρτηκόσιν  καὶ  τοῖς  λοιποῖς  πᾶσιν,  ὅτι  ἐὰν  ἔλθω  εἰς  τὸ  πάλιν  οὐ  φείσομαι,  
3 ἐπεὶ  δοκιμὴν  ζητεῖτε  τοῦ  ἐν  ἐμοὶ  λαλοῦντος  Χριστοῦ,  ὃς  εἰς  ὑμᾶς  οὐκ  ἀσθενεῖ  ἀλλὰ  δυνατεῖ  ἐν  ὑμῖν.  
4 καὶ  γὰρ  ἐσταυρώθη  ἐξ  ἀσθενείας,  ἀλλὰ  ζῇ  ἐκ  δυνάμεως  Θεοῦ.  καὶ  γὰρ  ἡμεῖς  ἀσθενοῦμεν  ἐν  αὐτῷ,  ἀλλὰ  ζήσομεν  σὺν  αὐτῷ  ἐκ  δυνάμεως  Θεοῦ  εἰς  ὑμᾶς.   
5 Ἑαυτοὺς  πειράζετε  εἰ  ἐστὲ  ἐν  τῇ  πίστει,  ἑαυτοὺς  δοκιμάζετε·  ἢ  οὐκ  ἐπιγινώσκετε  ἑαυτοὺς  ὅτι  Ἰησοῦς  Χριστὸς  ἐν  ὑμῖν;  εἰ  μήτι  ἀδόκιμοί  ἐστε.  
6 ἐλπίζω  δὲ  ὅτι  γνώσεσθε  ὅτι  ἡμεῖς  οὐκ  ἐσμὲν  ἀδόκιμοι.  
7 εὐχόμεθα  δὲ  πρὸς  τὸν  Θεὸν  μὴ  ποιῆσαι  ὑμᾶς  κακὸν  μηδέν,  οὐχ  ἵνα  ἡμεῖς  δόκιμοι  φανῶμεν,  ἀλλ’  ἵνα  ὑμεῖς  τὸ  καλὸν  ποιῆτε,  ἡμεῖς  δὲ  ὡς  ἀδόκιμοι  ὦμεν.  
8 οὐ  γὰρ  δυνάμεθά  τι  κατὰ  τῆς  ἀληθείας,  ἀλλὰ  ὑπὲρ  τῆς  ἀληθείας.  
9 χαίρομεν  γὰρ  ὅταν  ἡμεῖς  ἀσθενῶμεν,  ὑμεῖς  δὲ  δυνατοὶ  ἦτε·  τοῦτο  καὶ  εὐχόμεθα,  τὴν  ὑμῶν  κατάρτισιν.  
10 Διὰ  τοῦτο  ταῦτα  ἀπὼν  γράφω,  ἵνα  παρὼν  μὴ  ἀποτόμως  χρήσωμαι  κατὰ  τὴν  ἐξουσίαν  ἣν  ὁ  Κύριος  ἔδωκέν  μοι  εἰς  οἰκοδομὴν  καὶ  οὐκ  εἰς  καθαίρεσιν.   
Final Greetings and Blessing 11 Λοιπόν,  ἀδελφοί,  χαίρετε,  καταρτίζεσθε,  παρακαλεῖσθε,  τὸ  αὐτὸ  φρονεῖτε,  εἰρηνεύετε,  καὶ  ὁ  Θεὸς  τῆς  ἀγάπης  καὶ  εἰρήνης  ἔσται  μεθ’  ὑμῶν.  
12 Ἀσπάσασθε  ἀλλήλους  ἐν  ἁγίῳ  φιλήματι.  
13 Ἀσπάζονται  ὑμᾶς  οἱ  ἅγιοι  πάντες.   
14 Ἡ  χάρις  τοῦ  Κυρίου  Ἰησοῦ  Χριστοῦ  καὶ  ἡ  ἀγάπη  τοῦ  Θεοῦ  καὶ  ἡ  κοινωνία  τοῦ  Ἁγίου  Πνεύματος  μετὰ  πάντων  ὑμῶν.  ⧼Ἀμήν⧽.    |  
      |