Joash Repairs the Temple 1ἐν ἔτει ἑβδόμῳ τῷ Εἰοὺ ἐβασίλευσεν Ἰωάς, καὶ τεσσεράκοντα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀβιὰ ἐκ γῆς Βηρσάβεε.a 2καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας ἃς ἐφώτισεν αὐτὸν Ἰωδᾶε ὁ ἱερεύς. 3πλὴν τῶν ὑψηλῶν οὐ μετεστάθησαν, καὶ ἐκεῖ ἔτι ὁ λαὸς ἐθυσίασαν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. 4Καὶ εἶπεν Ἰωὰς πρὸς τοὺς ἱερεῖς Πᾶν τὸ ἀργύριον τῶν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τῷ οἴκῳ Κυρίου ἀργύριον συντιμήσεως, ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως, πᾶν ἀργύριον ὃ ἐὰν λάβῃ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκεῖν ἐν οἴκῳ Κυρίου, 5λαβέτωσαν ἑαυτοῖς οἱ ἱερεῖς ἀνὴρ ἀπὸ τῆς πράσεως αὐτοῦ, καὶ αὐτοὶ κρατήσουσιν τὸ βέδεκ τοῦ οἴκου εἰς πάντα οὗ ἐὰν εὑρεθῇ ἐκεῖ βέδεκ. 6καὶ ἐγενήθη ἐν τῷ εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ βασιλεῖ Ἰωὰς οὐκ ἐκραταίωσαν οἱ ἱερεῖς τὸ βέδεκ τοῦ οἴκου. 7καὶ ἐκάλεσεν Ἰωὰς ὁ βασιλεὺς Ἰωδᾶε τὸν ἱερέα καὶ τοὺς ἱερεῖς, καὶ εἶπεν πρὸς αὐτούς Τί ὅτι οὐκ ἐκραταιοῦτε τὸ βέδεκ τοῦ οἴκου; καὶ νῦν μὴ λάβητε ἀργύριον ἀπὸ τῶν πράσεων ὑμῶν, ὅτι εἰς τὸ βέδεκ τοῦ οἴκου δώσετε αὐτό. 8καὶ συνεφώνησαν οἱ ἱερεῖς τοῦ μὴ λαβεῖν ἀργύριον παρὰ τοῦ λαοῦ καὶ τοῦ μὴ ἐνισχῦσαι τὸ βδέλυγμα τοῦ οἴκου. 9καὶ ἔλαβεν Ἰωδᾶε ὁ ἱερεὺς κιβωτὸν μίαν, καὶ ἔτρησεν τρὼγλην ἐν τῇ τρώγλῃ αὐτῆς, καὶ ἔδωκαν οἱ ἱερεῖς οἱ φυλάσσοντες τὸν σταθμὸν πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου. 10καὶ ἐγένετο ὡς εἶδεν ὅτι πολὺ τὸ ἀργύριον ἐν τῇ κιβωτῷ, καὶ ἀνέβη ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας, καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ Κυρίου. 11καὶ ἔδωκεν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χεῖρας ποιούντων τὰ ἔργα τῶν ἐπισκόπων οἴκου Κυρίου· καὶ ἐχέδοσαν τοῖς τέκτοσιν τῶν ξύλων καὶ τοῖς οἰκοδόμοις τοῖς ποιοῦσιν ἐν οἴκῳ Κυρίου 12καὶ τοῖς τειχισταῖς καὶ τοῖς λατόμοις τῶν λίθων, τοῦ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς τοῦ κατασχεῖν τὸ βέδεκ οἴκου Κυρίου, εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἶκον τοῦ κραταιῶσαι. 13πλὴν οὐ ποιηθήσεται οἴκῳ Κυρίου θύραι ἀργυραῖ, ἧλοι, φιάλαι καὶ σάλπιγγες, πᾶν σκεῦος χρυσοῦν καὶ σκεῦος ἀργυροῦν, ἐκ τοῦ ἀργυρίου τοῦ εἰσενεχθέντος ἐν οἴκῳ Κυρίου· 14ὅτι τοῖς ποιοῦσιν τὰ ἔργα δώσουσιν αὐτὸ. καὶ ἐκραταίωσαν ἐν αὐτῷ τὸν οἶκον Κυρίου. 15καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἷς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χεῖρας αὐτῶν δοῦναι τοῖς ποιοῦσιν τὰ ἔργα, ὅτι ἐν πίστει αὐτῶν ποιοῦσιν. 16ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας ὅ τι εἰσηνέχθη ἐν οἴκῳ Κυρίου, τοῖς ἱερεῦσιν ἐγένετο. The Death of Joash 17Τότε ἀνέβη Ἁζαὴλ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γέθ, καὶ προκατελάβετο αὐτήν. καὶ ἔταξεν Ἁζαὴλ τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι ἐπὶ Ἰερουσαλήμ. 18καὶ ἔλαβεν Ἰωὰς βασιλεὺς Ἰούδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ἰωσαφὰθ καὶ Ἰωρὰμ καὶ Ὀχοζείας, οἱ πατέρες αὐτοῦ καὶ βασιλεῖς Ἰούδα, καὶ τὰ ἅγια αὐτοῦ καὶ πᾶν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου Κυρίου καὶ οἴκου τοῦ βασιλέως, καὶ ἀπέστειλεν τῷ Ἁζαὴλ βασιλεῖ Συρίας· καὶ ἀνέβη ἀπὸ Ἰερουσαλήμ. 19καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;
20καὶ ἀνέστησαν οἱ δοῦλοι αὐτοῦ καὶ ἔδησαν πάντα δεσμόν, καὶ ἐπάταξαν τὸν Ἰωὰς ἐν οἴκῳ Μααλὼ τὸν Γααλλά.
21καὶ Ἰεζειχὰρ υἱὸς Ἰεμουὰθ καὶ Ἰεζεβοὺθ ὁ υἱὸς αὐτοῦ Σωμὴρ οἱ δοῦλοι αὐτοῦ ἐπάταξαν αὐτόν, καὶ ἀπέθανεν· καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἀμεσσείας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.b Footnotes: 1 a See 2 Kings 11:2. 21 b See 2 Chronicles 24:26. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |