|
14 Πῶς οὖν ἐπικαλέσωνται εἰς ὃν οὐκ ἐπίστευσαν πῶς δὲ πιστεύσωσιν οὗ οὐκ ἤκουσαν πῶς δὲ ἀκούσωσιν χωρὶς κηρύσσοντος 15 πῶς δὲ κηρύξωσιν ἐὰν μὴ ἀποσταλῶσιν καθὼς* γέγραπται Ὡς ὡραῖοι οἱ πόδες ⧼τῶν εὐαγγελιζομένων εἰρήνην⧽ τῶν εὐαγγελιζομένων ‹τὰ› ἀγαθά 16 Ἀλλ’ οὐ πάντες ὑπήκουσαν τῷ εὐαγγελίῳ Ἠσαΐας γὰρ λέγει Κύριε τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν Romans 10:14-17, Hebrew & Greek Study Bible. Public domain.
|



