1 Chronicles 7
Swete's Septuagint ABP ▾  HEB ▾ 

Descendants of Issachar

1Καὶ τοῖς υἱοῖς Ἰσσαχάρ· Θολάεκ καὶ Φοὺτ καὶ Ἰασσοὺρ καὶ Σεμερών, τέσσαρες. 2καὶ υἱοὶ Θολέ· Ὀζεί, Ῥαφαρὰ καὶ Ῥειὴλ καὶ Εἰικάν, Βασὰν καὶ Ἰσαμουήλ, ἄρχοντες οἴκων πατριῶν αὐτῶν τῷ Θωλαεὶ ἰσχυροὶ δυνάμει κατὰ γενέσεις αὐτῶν. ὁ ἀριθμὸς αὐτῶν ἡμέραις Δαυεὶδ εἴκοσι καὶ δύο χιλιάδες καὶ ἑξακόσιοι. 3καὶ υἱοὶ Ζειρρεί· Ζαρειά, Μειχαήλ· καὶ υἱοὶ Ζαρειὰ Μειβδειὰ καὶ Ῥαήλ, Εἰσιά, πέντε, ἄρχοντες πάντες. 4καὶ ἐπ᾽ αὐτῶν κατὰ γενέσεις αὐτῶν κατ᾽ οἴκους πατρικοὺς αὐτῶν ἰσχυροὶ παρατάξασθαι εἰς πόλεμον τριάκοντα καὶ ἓξ χιλιάδες, ὅτι ἐπλήθυναν γυναῖκας καὶ υἱούς. 5καὶ ἀδελφοὶ αὐτῶν εἰς πάσας πατριὰς Ἰσσχὰρ καὶ ἰσχυροὶ δυνάμει ὀγδοήκοντα καὶ ἑπτὰ χιλιάδες, ὁ ἀριθμὸς αὐτῶν τῶν πάντων.

Descendants of Benjamin

6Βενιαμεὶν καὶ Ἀβειρὰ καὶ Ἀδειήλ, τρεῖς. 7καὶ υἱοὶ Βάδεε· Ἀσεβὼν καὶ Ὀζεὶ καὶ Ὀζειὴλ καὶ Ἀρειμώθ, Οὐρεί, πέντε, ἄρχοντες οἴκων πατρικῶν ἰσχυροὶ δυνάει, καὶ ὁ ἀριθμὸς αὐτῶν εἴκοσι καὶ δύο χιλιάδες καὶ τριάκοντα τέσσαρες. 8καὶ υἱοὶ Ἀβαχεί· Ἀμαρίας καὶ Ἰωὰς καὶ Ἐλιέζερ καὶ Ἐλειθαινὰν καὶ Ἀμαρειὰ καὶ Αὐρημὼθ καὶ Ἀβιοὺδ καὶ Ἀναθὼθ καὶ Γεμέεθ. πάντες οὗτοι υἱοὶ Ἀμαχείρ, 9καὶ ὁ ἀριθμὸς αὐτῶν κατὰ γενέσεις αὐτῶν, ἄρχοντες οἴκων πατριῶν αὐτῶν ἰσχυροὶ δυνάμει, εἴκοσι χιλιάδες καὶ διακόσιοι. 10καὶ υἱοὶ Ἀριήλ· Βαλαάν. καὶ υἱοὶ Βαλαάν· Ἰαοὺς καὶ Βενιαμεὶν καὶ Ἀὼθ καὶ Χανάαν καὶ Ζαιθὰν καὶ Ῥαμεσσαὶ καὶ Ἀχεισάδαρ. 11πάντες οὗτοι υἱοὶ Ἀριήλ, ἄρχοντες τῶν πατριῶν ἰσχυροὶ δυνάμει, ἑπτὰ καὶ δέκα χιλιάδες καὶ διακόσιοι, ἐκπορευόμενοι δυνάμει τοῦ πολεμεῖν· 12καὶ Σαπφεὶν καὶ Ἁπφείν, καὶ υἱοὶ Ῥαώμ, υἱὸς αὐτοῦ Ἀέρ.

The Sons of Naphtali

13Υἱοὶ Νεφθαλεί· Ἰεισιήλ, Γωνεὶ καὶ Ἰσσειὴρ καὶ Σαλωμών, υἱοὶ Βαλάμ.

Descendants of Manasseh

14Υἱοὶ Μανασσή· Ἀσερειήλ, ὃν ἔτεκεν ἡ παλλακὴ αὐτοῦ ἡ Σύρα· ἔτεκεν τὸν Μαχεὶρ πατέρα Γαλαάδ. 15καὶ Μαχεὶρ ἔλαβεν γυναῖκα τῷ Ἁμφεὶν καὶ Μαμφείν· καὶ ὄνομα ἀδελφῆς αὐτοῦ Μοωχά, καὶ ὄνομα τῇ δευτέρᾳ Σαπφαάδ. 16καὶ ἔτεκεν Μοωχὰ γυνὴ Μαχεὶρ υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Σοῦρος· υἱὸς αὐτοῦ Οὐλάμ, 17Βαδάμ. οὗτοι υἱοὶ Γαλαὰδ υἱοῦ Μαχεὶρ υἱοῦ Μανασσή. 18καὶ ἀδελφὴ αὐτοῦ ἡ Μαλέχεθ ἔτεκεν τὸν Ἰσαδὲκ καὶ τὸν Ἀβιέζερ καὶ τὸν Μαελά. 19καὶ ἦσαν υἱοὶ Σεμειρά· Ἰααὶμ καὶ Σύχεμ καὶ Λακεεὶμ καὶ Ἀλιαλείμ.

Descendants of Ephraim

20Καὶ υἱοὶ Ἐφράιμ· Σωθάλαθ. υἱοὶ Λααδά· υἱὸς αὐτοῦ Νοομέ, 21υἱὸς αὐτοῦ Ζαβέδ, υἱοὶ αὐτοῦ Ὄζαρ καὶ Ἐλαάδ· καὶ ἀπέκτειναν αὐτὸν ἄνδρες Γὲθ οἱ τεχθέντες ἐν γῇ, ὅτι κατέβησαν τοῦ λαβεῖν τὰ κτήνη αὐτῶν. 22καὶ ἐπένθησεν Ἐφράιμ πατὴρ αὐτῶν ἡμέρας πολλάς, καὶ ἦλθον ἀδελφοὶ αὐτῶν τοῦ παρακαλέσαι αὐτόν. 23καὶ εἰσῆλθεν πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔλαβεν ἐν γαστρὶ καὶ ἔτεκεν υἱόν, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Βαργαά, ὅτι Ἐν κακοῖς ἐγένετο ἐν οἴκῳ μου 24καὶ ἐν ἐκείνοις τοῖς καταλοίποις· καὶ ᾠκοδόμησεν Βαιθωρὼν τὴν κάτω καὶ τὴν ἄνω. καὶ υἱοὶ Ὀζάν· Σεηρὰ 25καὶ Ῥάφη υἱοὶ αὐτοῦ, Σάραφ καὶ Θάλεες υἱοὶ αὐτοῦ, Θάεν υἱὸς αὐτοῦ. 26τῷ Λαδδὰν υἱῷ αὐτοῦ υἱοὶ Ἀμιουείδ, υἱοὶ Ἐλειμασαί, 27υἱοὶ Νούμ, υἱοὶ Ἰησοῦε, υἱοὶ αὐτοῦ.

28καὶ κατάσχεσις αὐτῶν καὶ κατοικία αὐτῶν· Βαιθὴλ καὶ αἱ κῶμαι αὐτῆς, κατ᾽ ἀνατολὰς Νααρνάν, πρὸς δυσμαῖς Γάζερ καὶ αἱ κῶμαι αὐτῆς, καὶ Συχὲμ καὶ αἱ κῶμαι αὐτῆς ἕως Γαιὰν καὶ αἱ κῶμαι αὐτῆς· 29καὶ ἕως ὁρίων υἱῶν Μανασσή, Βαιθσαὰν καὶ αἱ κῶμαι αὐτῆς, Θαλμὴ καὶ αἱ κῶμαι αὐτῆς· καὶ Βαλὰδ καὶ αἱ κῶμαι αὐτῆς, Μαγεδδεὶ καὶ αἱ κῶμαι αὐτῆς, Δὼρ καὶ αἱ κῶμαι αὐτῆς· ἐν ταύτῃ κατῴκησαν οἱ υἱοὶ Ἰωσὴφ υἱοῦ Ἰσραήλ.

The Sons of Asher

30Υἱοὶ Ἀσήρ· Ἰνινὰ καὶ Ἰσουὰ καὶ Ἰσουὶ καὶ βεριγὰ καὶ Σορέ, καὶ ἀδελφὴ αὐτῶν. 31υἱοὶ Βεριχά· Γάβερ καὶ Μελλειή, οὗτος πατὴρ Βηζαίθ. 32καὶ Χάβερ ἐγέννησεν τὸν Ἰφαμὴλ καὶ τὸν Σαμὴρ καὶ τὸν Χωθὰν καὶ τὴν Σωλὰ ἀδελφὴν αὐτῶν. 33καὶ υἱοὶ Ἀφαλήχ· Βαισηχί, Ἰμαβαὴλ καὶ Ἀσείθ· οὗτοι υἱοὶ Ἰαφαλήλ. 34καὶ υἱοὶ Σέμμηρ· Ἀχιουιὰ καὶ Ὡβάβ, Ἀκαρὰν 35καὶ Βαλαάμ· ἀδελφοὶ αὐτοῦ Σωχὰθ καὶ Ἰμανὰ καὶ Ζέμη καὶ Ἀμαά. 36υἱοὶ Σωφάς· Χουχί, Ἁναρφὰρ καὶ Σουλὰ καὶ Σαβρεὶ καὶ Ἰμαρή, 37Σόβαλ καὶ Ὣδ καὶ Σεμὰ καὶ Σαλεισὰ καὶ Θερὰ καὶ Βαιαιλά. 38καὶ υἱοὶ Ἰέθηρ· Ἰφινὰ καὶ Φασφαὶ καὶ Ἀρά· 39καὶ υἱοὶ Ὠλά· Ὀρέχ, Ἁνειὴλ καὶ Ῥασειά. 40πάντες οὗτοι υἱοὶ Ἀσήρ, πάντες ἄρχοντες πατριῶν ἐκλεκτοὶ ἰσχυροὶ δυνάμει, ἄρχοντες ἡγούμενοι· ἀριθμὸς αὐτῶν εἰς παράταξιν τοῦ πολεμεῖν, ἀριθμὸς αὐτῶν ἄνδρες εἴκοσι ἓξ χιλιάδες.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Chronicles 6
Top of Page
Top of Page