Preparations for the Temple 1Καὶ ἀπέστειλεν Χειρὰμ βασιλεὺς Τύρου τοὺς παῖδας αὐτοῦ χρίσαι τὸν Σαλωμὼν ἀντὶ Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, ὅτι ἀγαπῶν ἦν Χειρὰμ τὸν Δαυεὶδ πάσας τὰς ἡμέρας. 2καὶ ἀπέστειλεν Σαλωμὼν πρὸς Χειρὰμ λέγων 3Σὺ οἶδας Δαυεὶδ τὸν πατέρα μου ὅτι οὐκ ἐδύνατο οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ μου ἀπὸ προσώπου τῶν πολέμων τῶν κυκλωσάντων αὐτόν, ἕως τοῦ δοῦναι αὐτοὺς ὑπὸ τὰ ἴχνη τῶν ποδῶν αὐτοῦ. 4καὶ νῦν ἀνέπαυσε Κύριος ὁ θεός μου ἐμοὶ κυκλόθεν· οὐκ ἔστιν ἐπίβουλος καὶ οὐκ ἔστιν ἁμάρτημα πονηρόν. 5καὶ ἰδοὺ ἐγὼ λέγω Οἰκοδομήσω οἶκον τῷ ὀνόματι Κυρίου θεοῦ μου, καθὼς ἐλάλησεν Κύριος ὁ θεὸς πρὸς Δαυεὶδ τὸν πατέρα μου λέγων Ὁ υἱός σου ὃν δώσω ἀντὶ σοῦ ἐπὶ τὸν θρόνον σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου. 6καὶ νῦν ἔντειλαι καὶ κοψάτωσάν μοι ξύλα ἐκ τοῦ Λιβάνου· καὶ ἰδοὺ οἱ δοῦλοί μου μετὰ τῶν δούλων σου, δουλείας σου δώσω σοι κατὰ πάντα ὅσα ἐὰν εἴπῃς, ὅτι σὺ οἶδας ὅτι οὐκ ἔστιν ἡμῖν ἰδίως ξύλα κόπτειν καθὼς οἱ Σιδώνιοι. 7καὶ ἐγενήθη καθὼς ἤκουσεν Χειρὰμ τῶν λόγων Σαλωμών, ἐχάρη σφόδρα καὶ εἶπεν Εὐλογητὸς ὁ θεὸς σήμερον ὃς ἔδωκεν τῷ Δαυεὶδ υἱὸν φρόνιμον ἐπὶ τὸν λαὸν τὸν πολὺν τοῦτον. 8καὶ ἀπέστειλεν πρὸς Σαλωμὼν λέγων Ἀκήκοα περὶ πάντων ὧν ἀπέσταλκας πρὸς μέ· ἐγὼ ποιήσω πᾶν θέλημά σου, ξύλα κέδρινα καὶ πεύκινα. 9οἱ δοῦλοί μου κατάξουσιν αὐτὰ ἐκ τοῦ Λιβάνου εἰς τὴν θάλασσαν ἐγὼ θήσομαι αὐτὰ σχεδίας ἕως τοῦ τόπου οὗ ἐὰν ἀποστείλῃς πρὸς μέ, καὶ ἐκτινάξω αὐτὰ ἐκεῖ καὶ σὺ ἀρεῖς· καὶ ποιήσεις τὸ θέλημάμου τοῦ δοῦναι ἄρτους τῷ οἴκῳ μου. 10καὶ ἦν Χειρὰμ διδοὺς τῷ Σαλωμὼν κέδρους καὶ πᾶν θέλημα αὐτοῦ. 11καὶ Σαλωμὼν ἔδωκεν τῷ Χειρὰμ εἴκοσι χιλιάδας κόρους πυροῦ καὶ μαχεὶρ τῷ οἴκῳ αὐτοῦ καὶ εἴκοσι χιλιάδας βαὶθ ἐλαίου κεκομμένου· κατὰ τοῦτο ἐδίδου Σαλωμὼν τῷ Χειρὰμ κατ᾽ ἐνιαυτόν. 12καὶ Κύριος ἔδωκεν σοφίαν τῷ Σαλωμών, καθὼς ἐλάλησεν αὐτῷ· καὶ ἦν εἰρήνη ἀνὰ μέσον Χειρὰμ καὶ ἀνὰ μέσον Σαλωμών, καὶ διέθεντο διαθήκην ἀνὰ μέσον ἑαυτῶν. Solomon's Workmen and Laborers 13καὶ ἀνήνεγκεν ὁ βασιλεὺς φόρον καὶ ἐκ παντὸς Ἰσραήλ, καὶ ἦν ὁ φόρος τριάκοντα χιλιάδες ἀνδρῶν. 14καὶ ἀπέστειλεν αὐτοὺς εἰς τὸν Λίβανον, δέκα χιλιάδες ἐν τῷ μηνί, ἀλλασσόμενοι· μῆνα ἦσαν ἐν τῷ Λιβάνῳ καὶ δύο μῆνας ἐν οἴκῳ αὐτῶν· καὶ Ἀδωνειρὰμ ἐπὶ τοῦ φόρου. 15καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει, 16χωρὶς ἀρχόντων τῶν καθεσταμένων ἐπὶ τῶν ἔργων τῶν Σαλωμών, τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται, οἱ ποιοῦντες τὰ ἔργα. 17καὶ ἡτοίμασαν τοὺς λίθους καὶ τὰ ξύλα τρία ἔτη. 18 LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |