2 Chronicles 15
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Prophecy of Azariah

1Καὶ Ἀζαρίας υἱὸς Ὠδήδ, ἐγένετο ἐπ᾽ αὐτὸν πνεῦμα Κυρίου. 2καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν ἐν παντὶ Ἰούδᾳ καὶ Βενιαμείν, καὶ εἶπεν Κύριος μεθ᾽ ὑμῶν ἐν τῷ εἶναι ἡμᾶς μετ᾽ αὐτοῦ· καὶ ἐὰν ἐκζητήσητε αὐτόν, εὑρεθήσεται ὑμῖν· καὶ ἐὰν καταλίπητε αὐτόν, ἐνκαταλείψει ὑμᾶς. 3καὶ ἡμέραι πολλαὶ τῷ Ἰσραὴλ ἐν οὐ θεῷ ἀληθινῷ καὶ ἐν οὐ νόμῳ. 4καὶ ἐπιστρέψει αὐτοὺς ἐπὶ Κύριον θεὸν Ἰσραήλ, καὶ εὑρεθήσεται αὐτοῖς. 5καὶ ἐν ἐκείνῳ τῷ καιρῷ οὐκ ἔστιν εἰρήνη τῷ εἰσπορευομένῳ καὶ τῷ ἐκπορευομένῳ, ὅτι ἔκστασις Κυρίου ἐπὶ πάντας τοὺς κατοικοῦντας χώρας. 6καὶ πολεμήσει ἔθνος πρὸς ἔθνος καὶ πόλις πρὸς πόλιν, ὅτι ὁ θεὸς ἐξέστησεν αὐτοὺς ἐν πάσῃ θλίψει. 7καὶ ὑμεῖς ἰσχύσατε καὶ μὴ ἐκλυέσθωσαν αἱ χεῖρες ὑμῶν, ὅτι ἔστιν μισθὸς τῇ ἐργασίᾳ ὑμῶν.

Asa's Reforms

8καὶ ἐν τῷ ἀκοῦσαι τοὺς λόγους τούτους καὶ τὴν προφητείαν Ἀδὰδ τοῦ προφήτου, καὶ κατίσχυσεν καὶ ἐξέβαλεν τὰ βδελύγματα ἀπὸ πάσης τῆς γῆς Ἰούδα καὶ Βενιαμεὶν καὶ ἀπὸ τῶν πόλεων ὧν κατέσχεν ἐν ὄρει Ἐφράιμ, καὶ ἀνεκαίνισεν τὸ θυσιαστήριον Κυρίου ὃ ἦν ἔμπροσθεν τοῦ ναοῦ Κυρίου. 9καὶ ἐξεκκλησίασεν τὸν Ἰούδαν καὶ Βενιαμεὶν καὶ τοὺς προσηλύτους τοὺς παροικοῦντας μετ᾽ αὐτοῦ ἀπὸ Ἐφράιμ καὶ ἀπὸ Μανασσὴ καὶ ἀπὸ Συμεών, ὅτι προσετέθησαν πρὸς αὐτὸν πολλοὶ τοῦ Ἰσραὴλ ἐν τῷ ἰδεῖν αὐτοὺς ὅτι Κύριος ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ. 10καὶ συνήχθησαν εἰς Ἰερουσαλὴμ ἐν τῷ μηνὶ τῷ τρίτῳ ἐν τῷ πεντεκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἀσά. 11καὶ ἔθυσεν τῷ κυρίῳ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὧν ἤνεγκεν, μόσχους ἑπτακοσίους καὶ πρόβατα ἑπτακισχίλια. 12καὶ διῆλθεν ἐν διαθήκῃ ζητῆσαι Κύριον θεὸν τῶν πατέρων αὐτῶν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ψυχῆς. 13καὶ πᾶς ὃς ἐὰν μὴ ἐκζητήσῃ Κύριον θεὸν Ἰσραήλ, ἀποθανειται ἀπὸ νεωτέρου ἕως πρεσβυτέρου, ἀπὸ ἀνδρὸς ἕως γυναικός. 14καὶ ὤμοσαν ἐν Κυρίῳ ἐν φωνῇ μεγάλῃ καὶ ἐν σάλπιγξιν. 15καὶ ηὐφράνθησαν πᾶς Ἰουδὰ περὶ τοῦ ὅρκου, ὅτι ἐξ ὅλης τῆς ψυχῆς ὤμοσαν, καὶ ἐν πάσῃ θελήσει ἐζήτησαν αὐτόν, καὶ εὑρέθη αὐτοῖς, καὶ κατέπαυσεν αὐτοῖς Κύριος κυκλόθεν.

16καὶ τὴν Μααχὰ τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι τῇ Ἀστάρτῃ λειτουργοῦσαν, καὶ κατέκοψεν τὸ εἴδωλον καὶ κατέκαυσεν ἐν χειμάρρῳ Κεδρών. 17πλὴν τὰ ὑψηλὰ οὐκ ἀπέστησαν, ἔτι ὑπῆρχεν ἐν τῷ Ἰσραήλ· ἀλλ᾽ ἡ καρδία Ἀσὰ ἐγένετο πλήρης πάσας τὰς ἡμέρας αὐτοῦ. 18καὶ εἰσήνεγκεν τὰ ἅγια Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ καὶ τὰ ἅγια οἴκου Κυρίου τοῦ θεοῦ, ἀργύριον καὶ χρυσίον καὶ σκεύη. 19καὶ πόλεμος οὐκ ἦν μετ᾽ αὐτοῦ ἕως τοῦ πέμπτου καὶ τριακοστοῦ ἔτους τῆς βασιλείας Ἀσά.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Chronicles 14
Top of Page
Top of Page