Jehoahaz's Wicked Reign in Israel 1Ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ἰωὰς υἱῷ Ὀχοζείου βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωαχάς υἱὸς Εἰοὺ ἐν Σαμαρείᾳ ἑπτὰ ἔτη καὶ δέκα ἔτη. 2καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ· οὐκ ἀπέστη ἀπ᾽ αὐτῆς. 3καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ, καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Ἁζαὴλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Ἁδὲρ υἱοῦ Ἁζαὴλ πάσας τὰς ἡμέρας. 4καὶ ἐδεήθη Ἰωαχὰς τοῦ προσώπου Κυρίου, καὶ ἐπήκουσεν αὐτοῦ Κύριος, ὅτι εἶδεν τὴν θλίψιν Ἰσραήλ, ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας. 5καὶ ἔδωκεν Κύριος σωτηρίαν Ἰσραήλ, καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας· καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης. 6πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἰεροβοὰμ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ, ἐν αὐτῇ ἐπορεύθη· καὶ γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ. 7ὅτι οὐχ ὑπελείφθη τῷ Ἰωαχὰς λαὸς ἀλλ᾽ ἢ πεντήκοντα ἱππεῖς καὶ δὲκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν, ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας, καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν. 8καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωαχὰς καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἱσραήλ; 9καὶ ἐκοιμήθη Ἰωαχὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ. Jehoash's Wicked Reign in Israel 10Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωὰς υἱὸς Ἰωαχὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη. 11καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ἁμαρτίας ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ, ἐν αὐτῇ ἐπορεύθη. 12καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησεν μετὰ Ἀμεσσείου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 13καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ Ἰεροβοὰμ ἐκάθισεν μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐν Σαμαρείᾳ μετὰ τῶν ἀδελφῶν Ἰσραήλ. Elisha's Final Prophecy 14Καὶ Ἐλεισαῖε ἠρρώστησεν τὴν ἀρρωστίαν ἑαυτοῦ δι᾽ ἣν ἀπέθανεν· καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν Πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ. 15καὶ εἶπεν αὐτῷ Ἐλεισαῖε Λἀβε τόξον καὶ βέλη· καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη. 16καὶ εἶπεν τῷ βασιλεῖ Ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπέθηκεν Ἐλεισαῖε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως 17καὶ εἶπεν Ἄνοιξον τὴν θυρίδα κατ᾽ ἀνατολάς· καὶ ἤνοιξεν. καὶ εἶπεν Βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατάξει τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας. 18καὶ εἶπεν αὐτῷ Ἐλεισαῖε Λάβε τόξα· καὶ ἔλαβεν. καὶ εἶπεν τῷ βασιλεῖ Ἰσραήλ Πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη. 19καὶ ἐλυπήθη ἐπ᾽ αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν Εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν. 20Καὶ ἀπέθανεν Ἐλεισαῖε, καὶ ἔθαψαν αὐτόν. καὶ μονόζωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ. 21καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα, καὶ ἰδοὺ ἴδον τὸν μονόζωνον, καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ἐλεισαῖε· καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἐλεισαῖε, καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ. 22Καὶ Ἁζαὴλ ἐξέθλιψεν τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰωαχάς. 23καὶ ἠλέησεν Κύριος αὐτοὺς καὶ οἰκτείρησεν αὐτούς, καὶ ἐπέβλεψεν ἐπ᾽ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ οὐκ ἠθέλησεν Κύριος διαφθεῖραι αὐτούς, καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ. 24καὶ ἀπέθανεν Ἁζαὴλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Ἁδὲρ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. 25καὶ ἐπέστρεψεν Ἰωὰς υἱὸς Ἰωαχὰς καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Ἁδὲρ υἱοῦ Ἁζαήλ, ἃς ἔλαβεν ἐκ χειρὸς Ἰωαχὰς τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ἰωὰς καὶ ἐπέστρεψεν τὰς πόλεις Ἰσραήλ. LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |