Exodus 30
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Altar of Incense

1Καὶ ποιήσεις θυσιαστήριον θυμιάματος ἐκ ξύλων ἀσήπτων· 2καὶ ποιήσεις αὐτὸ πήχεος τὸ μῆκος καὶ πήχεος τὸ εὖρος· τετράγωνον ἔσται· καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα αὐτοῦ. 3καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ καθαρῷ, τὴν ἐσχάραν αὐτοῦ καὶ τοὺς τοίχους αὐτοῦ κύκλῳ καὶ τὰ κέρατα αὐτοῦ, καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ. 4καὶ δύο δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ εἰς τὰ δύο κλίτη, ποιήσεις ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις, ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς. 5καὶ ποιήσεις σκυτάλας ἐκ ξύλων ἀσήπτων, καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ. 6καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν μαρτυρίων, ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖθεν. 7καὶ θύσει ἐπ᾽ αὐτοῦ Ἀαρὼν θυμίαμα σύνθετον λεπτόν· τὸ πρωὶ πρωί, ὅταν ἐπισκευάσῃ τοὺς λύχνους, θυμιάσει ἐπ᾽ αὐτοῦ. 8καὶ ὅταν ἐξάπτῃ Ἀαρὼν τοὺς λύχνους ὀψὲ θυμιάσεις ἐπ᾽ αὐτοῦ, θυμίαμα ἐνδελεχισμοῦ διὰ παντὸς ἔναντι Κυρίου εἰς γενεὰς αὐτῶν. 9καὶ οὐκ ἀνοίσει ἐπ᾽ αὐτοῦ θυμίαμα ἕτερον, κάρπωμα, θυσίαν· σπονδὴν οὐ σπείσεις ἐπ᾽ αὐτοῦ. 10καὶ ἐξιλάσεται περὶ αὐτοῦ Ἀαρὼν ἐπὶ τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵματος τοῦ καθαρισμοῦ καθαριεῖ αὐτὸ εἰς γενεὰς αὐτῶν· ἅγιον τῶν ἁγίων ἐστὶν Κυρίῳ.

The Atonement Money

11Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 12Ἐὰν λάβῃς τὸν συλλογισμὸν τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ Κυρίῳ, καὶ οὐκ ἔσται ἐν αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν. 13καὶ τοῦτό ἐστιν ὅ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν ἐπίσκεψιν, τὸ ἥμισυ τοῦ διδράχμου ὅ ἐστιν κατὰ τὸ δίδραχμον τὸ ἅγιον· εἴκοσι ὀβολοὶ τὸ δίδραχμον· τὸ δὲ ἥμισυ τοῦ διδράχμου εἰσφορὰ Κυρίῳ. 14πᾶς ὁ παραπορευόμενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, δώσουσιν τὴν εἰσφορὰν Κυρίῳ· 15ὁ πλουτῶν οὐ προσθήσει καὶ ὁ πενόμενος οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡμίσους τοῦ διδράχμου, ἐν τῷ διδόναι τὴν εἰσφορὰν Κυρίῳ ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν. 16καὶ λήμψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ἰσραήλ, καὶ δώσεις αὐτὸ εἰς κάτεργον τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ ἔσται τοῖς υἱοῖς Ἰσραὴλ μνημόσυνον ἔναντι Κυρίου, καὶ ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑμῶν.

The Bronze Basin

17Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 18Ποίησον λουτῆρα χαλκοῦν καὶ βάσιν αὐτῷ χαλκῆν, ὥστε νίπτεσθαι· καὶ θήσεις αὐτὸν ἀνὰ μέσον τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνὰ μέσον τοῦ θυσιαστηρίου, καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ· 19καὶ νίψεται Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι. 20ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι καὶ οὐ μὴ ἀποθάνωσιν· ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέρειν τὰ ὁλοκαυτώματα Κυρίῳ, 21νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι· ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, νίψονται ὕδατι ἵνα μὴ ἀποθάνωσιν· καὶ ἔσται αὐτοῖς νόμιμον αἰώνιον, αὐτῷ καὶ ταῖς γενεαῖς αὐτοῦ μετ᾽ αὐτόν.

The Anointing Oil

22Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 23Καὶ σὺ λάβε ἡδύσματα, τὸ ἄνθος σμύρνης ἐκλεκτῆς πεντακοσίους σίκλους, καὶ κινναμώμου εὐώδους τὸ ἥμισυ τούτου σν᾽, καὶ καλάμου εὐώδους διακοσίους πεντήκοντα, 24καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου, καὶ ἔλαιον ἐξ ἐλαίων εἵν· 25καὶ ποιήσεις αὐτὸ ἔλαιον χρίσμα ἅγιον, μύρον μυρεψικὸν τέχνῃ μυρεψοῦ· ἔλαιον χρίσμα ἅγιον ἔσται. 26καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ τὴν κιβωτὸν τοῦ μαρτυρίου, 27καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος, 28καὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη, καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸν λουτῆρα. 29καὶ ἁγιάσεις αὐτά, καὶ ἔσται ἅγια τῶν ἁγίων· πᾶς ὁ ἁπτόμενος αὐτῶν ⸆ ἁγιασθήσεται. 30καὶ Ἀαρὼν καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις, καὶ ἁγιάσεις αὐτοὺς ἱερατεύειν μοι. 31καὶ τοῖς υἱοῖς Ἰσραὴλ λαλήσεις λέγων Ἔλαιον ἄλιμμα χρίσεως ἅγιον ἔσται τοῦτο ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν· 32ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται, καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιηθήσεται ὑμῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστιν, καὶ ἁγίασμα ἔσται ὑμῖν. 33ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς ἂν δῷ ἀπ᾽ αὐτοῦ ἀλλογενεῖ, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ.

The Incense

34Καὶ εἶπεν Κύριος πρὸς Μωυσῆν Λάβε σεαυτῷ ἡδύσματα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσμοῦ καὶ λίβανον διαφανῆ· ἴσον ἴσῳ ἔσται· 35καὶ ποιήσουσιν ἐν αὐτῷ θυμίαμα μυρεψικὸν ἔργον μυρεψοῦ μεμιγμένον, καθαρὸν ἔργον ἅγιον. 36καὶ συνκόψεις ἐκ τούτων λεπτόν, καὶ θήσεις ἀπέναντι τῶν μαρτυρίων ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν· ἅγιον τῶν ἁγίων ἔσται ὑμῖν. 37θυμίαμα κατὰ τὴν σύνθεσιν ταύτην οὐ ποιήσετε ὑμῖν αὐτοῖς· ἁγίασμα ἔσται ὑμῖν Κυρίῳ· 38ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε ὀσφραίνεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Exodus 29
Top of Page
Top of Page