A Call to Rebuild the Temple 1ΕΝ τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρίου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἁγγαίου τοῦ προφήτου λέγων Εἰπὸν πρὸς Ζοροβαβὲλ τὸν τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν λέγων 2Τάδε λέγει Κύριος Παντοκράτωρ λέγων Ὁ λαὸς οὗτος λέγουσιν Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου. 3καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἁγγαίου τοῦ προφήτου λέγων 4Εἰ καιρὸς μὲν ὑμῖν ἐστιν τοῦ οἰκεῖν ἐν οἴκοις ὑμῶν κοιλοστάθμοις, ὁ δὲ οἶκος ὑμῶν ἐξηρήμωται; 5καὶ νῦν τάδε λέγει Κύριος Παντοκράτωρ Τάξατε δὴ τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν· 6ἐσπείρατε πολλὰ καὶ εἰσηνέγκατε ὀλίγα, ἐφάγετε καὶ οὐκ εἰς πλησμονήν, ἐπίετε καὶ οὐκ εἰς μέθην, περιεβάλεσθε καὶ οὐκ ἐθερμάνθητε ἐν αὐτοῖς, καὶ ὁ τοὺς μισθοὺς συνάγων συνήγαγεν εἰς δεσμὸν τετρυπημένον. 7τάδε λέγει Κύριος Παντοκράτωρ Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὰς ὁδοὺς ὑμῶν· 8ἀνάβητε εἰς τὸ ὄρος καὶ κόψατε ξύλα καὶ οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ καὶ ἐνδοξασθήσομαι, εἶπεν Κύριος. 9ἐπεβλέψατε εἰς πολλὰ καὶ ἐγένετο ὀλίγα, καὶ εἰσηνέχθη εἰς τὸν οἶκον καὶ ἐξεφύσησα αὐτά. διὰ τοῦτο τάδε λέγει Κύριος Παντοκράτωρ Ἀνθ᾽ ὧν ὁ οἶκός μού ἐστιν ἔρημος, ὑμεῖς δὲ διώκετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, 10διὰ τοῦτο ἀνέξει ὁ οὐρανὸς ἀπὸ δρόσου, καὶ ἡ γῆ ὑποστελεῖται τὰ ἐκφόρια αὐτῆς· 11καὶ ἐπάξω ῥομφαίαν ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ ὄρη, καὶ ἐπὶ τὸν σῖτον καὶ ἐπὶ τὸν οἶνον καὶ ἐπὶ τὸ ἔλαιον καὶ ὅσα ἐκφέρει ἡ γῆ, καὶ ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ τὰ κτήνη, καὶ ἐπὶ πάντας τοὺς πόνους τῶν χειρῶν αὐτῶν. The People Obey 12Καὶ ἤκουσεν Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεύς ὁ μέγας καὶ πάντες οἱ κατάλοιποι τοῦ λαοῦ τῆς φωνῆς Κυρίου τοῦ θεοῦ αὐτῶν καὶ τῶν λόγων Ἁγγαίου τοῦ προφήτου, καθότι ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ θεὸς αὐτῶν πρὸς αὐτούς, καὶ ἐφοβήθη ὁ λαὸς ἀπὸ προσώπου Κυρίου. 13καὶ εἶπεν Ἁγγαῖος ἄγγελος κυρίου ἐν ἀγγέλοις Κυρίου τῷ λαῷ Ἐγώ εἰμι μεθ᾽ ὑμῶν, λέγει Κύριος. 14καὶ ἐξήγειρεν Κύριος τὸ πνεῦμα Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰσύδα καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ, καὶ εἰσῆλθον καὶ ἐποίουν ἔργα ἐν τῷ οἴκῳ Κυρίου Παντοκράτορος θεοῦ αὐτῶν, 15τῇ τετράδι καὶ εἰκάδι τοῦ μηνὸς τοῦ ἕκτου τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρίου τοῦ βασιλέως. Τῷ μηνὶ τῷ ἑβδόμῳ μιᾷ καὶ εἰκάδι τοῦ μηνὸς ἐλάλησεν Κύριος ἐν χειρὶ Ἁγγαίου τοῦ προφήτου λέγων LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com]. https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0 THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D. VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930 CAMBRIDGE AT THE UNIVERSITY PRESS Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub. |