Psalm 83
Swete's Septuagint ABP ▾  HEB ▾ 

God, Don't Keep Silent

1ᾨδὴ ψαλμοῦ τῷ Ἀσάφ. Ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ὁ θεός·

2ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν·

3ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·

4εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι·

5ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο,

6τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλεῖται, Μωὰβ καὶ οἱ Ἁγγαρηνοί,

7Ναιβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ, καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον·

8καὶ γὰρ καὶ Ἀσσοὺρ συνπαρεγένετο μετ᾽ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λώτ. διάψαλμα.

9ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σεισαρά, ὡς ὁ Ἰαβεὶν ἐν τῷ χειμάρρῳ Κεισών·

10ἐξολεθρεύθησαν ἐν Ἀενδώρ, ἐγενήθησαν ὡς κόπρος τῇ γῇ.

11θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζέβεε καὶ Σελμανά, πάντας τοὺς ἄρχοντας αὐτῶν,

12οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ θυσιαστήριον τοῦ θεοῦ.

13ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου.

14ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν, ὡς εἰ φλὸξ κατακαύσαι ὄρη,

15οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς.

16πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, Κύριε.

17αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν·

18καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, σὺ μόνος εἶ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Psalm 82
Top of Page
Top of Page