1 Corinthians 11
Study Bible ABP ▾ 
Roles in Worship

Μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ

Ἐπαινῶ δὲ ὑμᾶς ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε Θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς κεφαλὴ Χριστός ἐστιν κεφαλὴ δὲ γυναικὸς ἀνήρ κεφαλὴ δὲ τοῦ Χριστοῦ Θεός Πᾶς ἀνὴρ προσευχόμενος προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ πᾶσα δὲ γυνὴ προσευχομένη προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ εἰ γὰρ οὐ κατακαλύπτεται γυνή καὶ κειράσθω εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ξυρᾶσθαι κατακαλυπτέσθω Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων γυνὴ δὲ δόξα ἀνδρός ἐστιν οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός ἀλλὰ γυνὴ ἐξ ἀνδρός καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα 10 διὰ τοῦτο ὀφείλει γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους 11 Πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν Κυρίῳ 12 ὥσπερ γὰρ γυνὴ ἐκ τοῦ ἀνδρός οὕτως καὶ ἀνὴρ διὰ τῆς γυναικός τὰ δὲ πάντα ἐκ τοῦ Θεοῦ 13 Ἐν ὑμῖν αὐτοῖς κρίνατε πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ προσεύχεσθαι 14 οὐδὲ φύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ἀτιμία αὐτῷ ἐστιν 15 γυνὴ δὲ ἐὰν κομᾷ δόξα αὐτῇ ἐστιν ὅτι κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ 16 Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν οὐδὲ αἱ ἐκκλησίαι τοῦ Θεοῦ

Observing the Lord's Supper

17 Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε 18 πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν καὶ μέρος τι πιστεύω 19 δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι ἵνα καὶ οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν 20 Συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν 21 ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν καὶ ὃς μὲν πεινᾷ ὃς δὲ μεθύει 22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας τί εἴπω ὑμῖν ἐπαινέσω ὑμᾶς ἐν τούτῳ οὐκ ἐπαινῶ

23 Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου καὶ παρέδωκα ὑμῖν ὅτι Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ παρεδίδετο ἔλαβεν ἄρτον 24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν Τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν 25 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι λέγων Τοῦτο τὸ ποτήριον καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι τοῦτο ποιεῖτε ὁσάκις ἐὰν πίνητε εἰς τὴν ἐμὴν ἀνάμνησιν 26 ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον πίνητε τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε ἄχρι οὗ ἔλθῃ

27 Ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον πίνῃ τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου 28 δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω 29  γὰρ ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα 30 διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί 31 Εἰ δὲ ἑαυτοὺς διεκρίνομεν οὐκ ἂν ἐκρινόμεθα 32 κρινόμενοι δὲ ὑπὸ τοῦ Κυρίου παιδευόμεθα ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν

33 Ὥστε ἀδελφοί μου συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε 34 εἴ τις πεινᾷ ἐν οἴκῳ ἐσθιέτω ἵνα μὴ εἰς κρίμα συνέρχησθε Τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


1 Corinthians 10
Top of Page
Top of Page