Acts 10
Study Bible ABP ▾ 
Cornelius Sends for Peter

Ἀνὴρ δέ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ περὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ Κορνήλιε δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπεν Τί ἐστιν Κύριε Εἶπεν δὲ αὐτῷ Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ καὶ νῦν πέμψον ἄνδρας εἰς Ἰόππην καὶ μετάπεμψαι Σίμωνά τινα ὃς ἐπικαλεῖται Πέτρος οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ ἐστιν οἰκία παρὰ θάλασσαν {οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν} Ὡς δὲ ἀπῆλθεν ἄγγελος λαλῶν αὐτῷ φωνήσας δύο τῶν οἰκετῶν καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ καὶ ἐξηγησάμενος ἅπαντα αὐτοῖς ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην

Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην 10 ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελεν γεύσασθαι παρασκευαζόντων δὲ αὐτῶν ἐγένετο ἐπ’ αὐτὸν ἔκστασις 11 καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐπὶ τῆς γῆς 12 ἐν ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ ἑρπετὰ τῆς γῆς καὶ πετεινὰ τοῦ οὐρανοῦ 13 καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν Ἀναστάς Πέτρε θῦσον καὶ φάγε 14  δὲ Πέτρος εἶπεν Μηδαμῶς Κύριε ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον 15 Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν Θεὸς ἐκαθάρισεν σὺ μὴ κοίνου 16 Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς καὶ εὐθὺς ἀνελήμφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν

Peter Summoned to Caesarea

17 Ὡς δὲ ἐν ἑαυτῷ διηπόρει Πέτρος τί ἂν εἴη τὸ ὅραμα εἶδεν ἰδοὺ οἱ ἄνδρες οἱ ἀπεσταλμένοι ὑπὸ τοῦ Κορνηλίου διερωτήσαντες τὴν οἰκίαν τοῦ Σίμωνος ἐπέστησαν ἐπὶ τὸν πυλῶνα 18 καὶ φωνήσαντες ἐπυνθάνοντο εἰ Σίμων ἐπικαλούμενος Πέτρος ἐνθάδε ξενίζεται 19 Τοῦ δὲ Πέτρου διενθυμουμένου περὶ τοῦ ὁράματος εἶπεν ‹αὐτῷ› τὸ Πνεῦμα Ἰδοὺ ἄνδρες [τρεῖς] ζητοῦντές σε 20 ἀλλὰ ἀναστὰς κατάβηθι καὶ πορεύου σὺν αὐτοῖς μηδὲν διακρινόμενος ὅτι ἐγὼ ἀπέσταλκα αὐτούς 21 Καταβὰς δὲ Πέτρος πρὸς τοὺς ἄνδρας {τοῦς ἀπεσταλμένους ἀπὸ τοῦ Κορνηλίου πρὸς αὑτόν} εἶπεν Ἰδοὺ ἐγώ εἰμι ὃν ζητεῖτε τίς αἰτία δι’ ἣν πάρεστε 22 Οἱ δὲ εἶπαν Κορνήλιος ἑκατοντάρχης ἀνὴρ δίκαιος καὶ φοβούμενος τὸν Θεὸν μαρτυρούμενός τε ὑπὸ ὅλου τοῦ ἔθνους τῶν Ἰουδαίων ἐχρηματίσθη ὑπὸ ἀγγέλου ἁγίου μεταπέμψασθαί σε εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀκοῦσαι ῥήματα παρὰ σοῦ 23 Εἰσκαλεσάμενος οὖν αὐτοὺς ἐξένισεν Τῇ δὲ ἐπαύριον ἀναστὰς ἐξῆλθεν σὺν αὐτοῖς καί τινες τῶν ἀδελφῶν τῶν ἀπὸ Ἰόππης συνῆλθον αὐτῷ

Peter at Caesarea

24 Τῇ δὲ ἐπαύριον εἰσῆλθεν εἰς τὴν Καισάρειαν δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς συνκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους 25 Ὡς δὲ ἐγένετο τοῦ εἰσελθεῖν τὸν Πέτρον συναντήσας αὐτῷ Κορνήλιος πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν 26  δὲ Πέτρος ἤγειρεν αὐτὸν λέγων Ἀνάστηθι καὶ ἐγὼ αὐτὸς ἄνθρωπός εἰμι 27 Καὶ συνομιλῶν αὐτῷ εἰσῆλθεν καὶ εὑρίσκει συνεληλυθότας πολλούς 28 ἔφη τε πρὸς αὐτούς Ὑμεῖς ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι προσέρχεσθαι ἀλλοφύλῳ κἀμοὶ Θεὸς ἔδειξεν μηδένα κοινὸν ἀκάθαρτον λέγειν ἄνθρωπον 29 διὸ καὶ ἀναντιρρήτως ἦλθον μεταπεμφθείς πυνθάνομαι οὖν Τίνι λόγῳ μετεπέμψασθέ με

30 Καὶ Κορνήλιος ἔφη Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην τὴν ἐνάτην προσευχόμενος ἐν τῷ οἴκῳ μου καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ 31 καὶ φησίν Κορνήλιε εἰσηκούσθη σου προσευχὴ καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ 32 πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα ὃς ἐπικαλεῖται Πέτρος οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν 33 Ἐξαυτῆς οὖν ἔπεμψα πρὸς σέ σύ τε καλῶς ἐποίησας παραγενόμενος νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Κυρίου

The Gentiles Hear the Good News

34 Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν Ἐπ’ ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης Θεός 35 ἀλλ’ ἐν παντὶ ἔθνει φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν 36 τὸν λόγον ὃν ἀπέστειλεν τοῖς υἱοῖς Ἰσραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ οὗτός ἐστιν πάντων Κύριος 37 Ὑμεῖς οἴδατε τὸ γενόμενον ῥῆμα καθ’ ὅλης τῆς Ἰουδαίας ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας μετὰ τὸ βάπτισμα ἐκήρυξεν Ἰωάννης 38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ ὡς ἔχρισεν αὐτὸν Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου ὅτι Θεὸς ἦν μετ’ αὐτοῦ 39 Καὶ ἡμεῖς μάρτυρες πάντων ὧν ἐποίησεν ἔν τε τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ [ἐν] Ἰερουσαλήμ ὃν καὶ ἀνεῖλαν κρεμάσαντες ἐπὶ ξύλου 40 τοῦτον Θεὸς ἤγειρεν ἐν τῇ τρίτῃ ἡμέρᾳ καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι 41 οὐ παντὶ τῷ λαῷ ἀλλὰ μάρτυσιν τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ ἡμῖν οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν 42 καὶ παρήγγειλεν ἡμῖν κηρύξαι τῷ λαῷ καὶ διαμαρτύρασθαι ὅτι οὗτός ἐστιν ὡρισμένος ὑπὸ τοῦ Θεοῦ Κριτὴς ζώντων καὶ νεκρῶν 43 τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ ὀνόματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν

The Gentiles Receive the Holy Spirit

44 Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσεν τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον 45 καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθαν τῷ Πέτρῳ ὅτι καὶ ἐπὶ τὰ ἔθνη δωρεὰ τοῦ Ἁγίου (τοῦ) Πνεύματος ἐκκέχυται 46 ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν Τότε ἀπεκρίθη Πέτρος 47 Μήτι τὸ ὕδωρ δύναται κωλῦσαί τις τοῦ μὴ βαπτισθῆναι τούτους οἵτινες τὸ Πνεῦμα τὸ Ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς 48 προσέταξεν δὲ αὐτοὺς ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ βαπτισθῆναι τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Acts 9
Top of Page
Top of Page