Hebrews 13
Study Bible ABP ▾ 
Love for Brothers

φιλαδελφία μενέτω τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι Τίμιος γάμος ἐν πᾶσιν καὶ κοίτη ἀμίαντος πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ Θεός

Jesus Christ is the Same

Ἀφιλάργυρος τρόπος ἀρκούμενοι τοῖς παροῦσιν αὐτὸς γὰρ εἴρηκεν Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω

Ὥστε θαρροῦντας ἡμᾶς λέγειν Κύριος ἐμοὶ βοηθός [καὶ] οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος

Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον αὐτός καὶ εἰς τοὺς αἰῶνας Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν οὐ βρώμασιν ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες 10 Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες 11 Ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς 12 διὸ καὶ Ἰησοῦς ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν ἔξω τῆς πύλης ἔπαθεν 13 τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες 14 οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν

Sacrifices and Prayer

15 Δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ τοῦτ’ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ 16 τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται Θεός

17 Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο

18 Προσεύχεσθε περὶ ἡμῶν πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι 19 περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν

Benediction and Final Greetings

20  δὲ Θεὸς τῆς εἰρήνης ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου τὸν Κύριον ἡμῶν Ἰησοῦν 21 καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν

22 Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν 23 Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον μεθ’ οὗ ἐὰν τάχιον ἔρχηται ὄψομαι ὑμᾶς 24 Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας

25  χάρις μετὰ πάντων ὑμῶν ⧼Ἀμήν⧽

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Hebrews 12
Top of Page
Top of Page