Mark 10
Study Bible ABP ▾ 
Jesus' Teaching about Divorce

Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς

Καὶ προσελθόντες Φαρισαῖοι ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι πειράζοντες αὐτόν δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς Οἱ δὲ εἶπαν Ἐπέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην ἀπὸ δὲ ἀρχῆς κτίσεως Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα ‹καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ› καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ οὖν Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω

10 Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν 11 καὶ λέγει αὐτοῖς Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ’ αὐτήν 12 καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται

Jesus Blesses the Children

13 Καὶ προσέφερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς 14 Ἰδὼν δὲ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με μὴ κωλύετε αὐτά τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ Θεοῦ 15 ἀμὴν λέγω ὑμῖν ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν 16 καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ’ αὐτά

The Rich Young Man

17 Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν Διδάσκαλε ἀγαθέ τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω 18  δὲ Ἰησοῦς εἶπεν αὐτῷ Τί με λέγεις ἀγαθόν οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς Θεός 19 τὰς ἐντολὰς οἶδας Μὴ φονεύσῃς Μὴ μοιχεύσῃς Μὴ κλέψῃς Μὴ ψευδομαρτυρήσῃς Μὴ ἀποστερήσῃς Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα 20  δὲ ἔφη αὐτῷ Διδάσκαλε ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου 21  δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Ἕν σε ὑστερεῖ ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς τοῖς πτωχοῖς καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ καὶ δεῦρο ἀκολούθει μοι 22  δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος ἦν γὰρ ἔχων κτήματα πολλά

23 Καὶ περιβλεψάμενος Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελεύσονται 24 οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς Τέκνα πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν ⧼τοὺς πεποιθότας ἐπὶ χρήμασιν⧽ 25 εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τῆς τρυμαλιᾶς τῆς ῥαφίδος διελθεῖν πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν 26 Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς Καὶ τίς δύναται σωθῆναι 27 Ἐμβλέψας αὐτοῖς Ἰησοῦς λέγει Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ’ οὐ παρὰ θεῷ πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ

28 Ἤρξατο λέγειν Πέτρος αὐτῷ Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι 29 Ἔφη Ἰησοῦς Ἀμὴν λέγω ὑμῖν οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἀδελφοὺς ἀδελφὰς μητέρα πατέρα τέκνα ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου 30 ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον 31 πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ οἱ ἔσχατοι πρῶτοι

Third Prediction of Death, Resurrection

32 Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα καὶ ἦν προάγων αὐτοὺς Ἰησοῦς καὶ ἐθαμβοῦντο οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν 33 ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται

The Request of James and John

35 Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης οἱ (δύο) υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ Διδάσκαλε θέλομεν ἵνα ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν 36  δὲ εἶπεν αὐτοῖς Τί θέλετε με ποιήσω ὑμῖν 37 Οἱ δὲ εἶπαν αὐτῷ Δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου 38  δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐκ οἴδατε τί αἰτεῖσθε δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ πίνω τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι 39 Οἱ δὲ εἶπαν αὐτῷ Δυνάμεθα δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Τὸ ποτήριον ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε 40 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι ἀλλ’ οἷς ἡτοίμασται

41 Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου 42 καὶ προσκαλεσάμενος αὐτοὺς Ἰησοῦς λέγει αὐτοῖς Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν 43 οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν ἀλλ’ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν ἔσται ὑμῶν διάκονος 44 καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται πάντων δοῦλος 45 καὶ γὰρ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν

Jesus Heals Bartimaeus

46 Καὶ ἔρχονται εἰς Ἰεριχώ Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν 47 καὶ ἀκούσας ὅτι Ἰησοῦς Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν Υἱὲ Δαυὶδ Ἰησοῦ ἐλέησόν με 48 Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ δὲ πολλῷ μᾶλλον ἔκραζεν Υἱὲ Δαυίδ ἐλέησόν με 49 Καὶ στὰς Ἰησοῦς εἶπεν Φωνήσατε αὐτόν Καὶ φωνοῦσιν τὸν τυφλὸν λέγοντες αὐτῷ Θάρσει ἔγειρε φωνεῖ σε 50  δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν Ἰησοῦν 51 Καὶ ἀποκριθεὶς αὐτῷ Ἰησοῦς εἶπεν Τί σοι θέλεις ποιήσω δὲ τυφλὸς εἶπεν αὐτῷ Ραββουνι ἵνα ἀναβλέψω 52 Καὶ Ἰησοῦς εἶπεν αὐτῷ Ὕπαγε πίστις σου σέσωκέν σε καὶ εὐθὺς ἀνέβλεψεν καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Mark 9
Top of Page
Top of Page