David Instructs Solomon 1Καὶ ἤγγισαν αἱ ἡμέραι Δαυεὶδ ἀποθανεῖν αὐτόν, καὶ ἀπεκρίνατο Σαλωμὼν υἱῷ αὐτοῦ λέγων 2Ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα· 3καὶ φυλάξεις φυλακὴν θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμῳ Μωυσέως, ἵνα συνήσεις ἃ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐντείλωμαί σοι· 4ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν λέγων Ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιον ἐμοῦ ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν, λέγων Οὐκ ἐξολοθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ἰσραήλ. 5καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ἰωὰβ υἱὸς Σαρουίας, ὅσα ἐποίησεν τοῖς δυσὶν ἄρχουσιν τῶν δυνάμεων Ἰσραήλ, Ἀβεννὴρ υἱῷ Νὴρ καὶ τῷ Ἀμεσσαιὰ υἱῷ Ἰέθερ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύι αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ.a 6καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου, καὶ σὺ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου. 7καὶ τοῖς υἱοῖς Βερζελλεὶ τοῦ Γαλααδείτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου· ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ σου. 8καὶ ἰδοὺ μετὰ σοῦ Σεμεεὶ υἱὸς Γηρὰ υἱὸς τοῦ Ἰεμεινεὶ ἐκ Βααθουρείμ· καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ ᾗ ἐπορευόμην εἰς παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν Κυρίῳ λέγων Εἰ θανατώσω σε ἐν ῥομφαίᾳ. 9καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοφὸς εἶ σύ, καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ· καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου. David’s Reign and Death 10καὶ ἐκοιμήθη Δαυεὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ. 11καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Δαυεὶδ ἐπὶ τὸν Ἰσραὴλ τεσσεράκοντα ἔτη· ἐν Χεβρὼν ἐβασίλευσεν ἔτη ἑπτά, καὶ ἐν Ἰερουσαλὴμ τριάκοντα τρία ἔτη. 12Καὶ Σαλωμὼν ἐκάθισεν ἐπὶ θρόνου Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα. The Execution of Adonijah 13καὶ εἰσῆλθεν Ἀδωνείας πρὸς Βηρσάβεε μητέρα Σαλωμὼν καὶ προσεκύνησεν αὐτῇ· ἡ δὲ εἶπεν Εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν Εἰρήνη· 14λόγος μοι πρὸς σέ. καὶ εἶπεν αὐτῷ Λάλησον. 15καὶ εἶπεν αὐτῇ Σὺ οἶδας ὅτι ἐμοὶ ἦν ἡ βασιλεία καὶ ἐπ᾽ ἐμὲ ἔθετο πᾶς Ἰσραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα· καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγενὴθη τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγένετο αὐτῷ. 16καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῷ Βηρσάβεε Λάλει. 17καὶ εἶπεν αὐτῇ Εἰπὸν δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ· καὶ δώσει μοι τὴν Ἀβεισὰ τὴν Σωμανεῖτιν εἰς γυναῖκα. 18καὶ εἶπεν Βηρσάβεε Καλῶς, ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ. 19καὶ εἰσῆλθεν Βηρσάβεε πρὸς τὸν βασιλέα Σαλωμὼν λαλῆσαι αὐτῷ περὶ Ἀδωνειού· καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτήν, καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου· καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως, καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ. 20καὶ εἶπεν αὐτῷ Αἴτησιν μίαν ἐγὼ μικρὰν αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου· καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Αἴτησαι, μήτηρ ἐμή, καὶ οὐκ ἀποστρέψω σε. 21καὶ εἶπεν Δοθήτω δὴ Ἀβεισὰ ἡ Σωμανεῖτις τῷ Ἀδωνειὰ τῷ ἀδελφῷ σου εἰς γυναῖκα. 22καὶ ἀπεκρίθη Σαλωμὼν ὁ βασιλεὺς καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Καὶ ἵνα τί σὺ ᾔτησαι τὴν Ἀβεισὰ τῷ Ἀδωνειά; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν· ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Ἀβιαθὰρ ὁ ἱερεὺς καὶ αὐτῷ Ἰωὰβ ὁ υἱὸς Σαρουίας ὁ ἀρχιστράτηγος ἑταῖρος. 23καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ κυρίου λέγων Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ἀδωνειὰ τὸν λόγον τοῦτον. 24καὶ νῦν ζῇ Κύριος ὃς ἡτοίμασέν με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυεὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέν μοι οἶκον καθὼς ἐλάλησεν Κύριος, ὅτι σήμερον θανατωθήσεται Ἀδωνειά. 25καὶ ἐξαπέστειλεν Σαλωμὼν ὁ βασιλεὺς ἐν χειρὶ Βαναιοὺ υἱοῦ Ἰωδᾶε καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν Ἀδωνείας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 26καὶ τῷ Ἀβιαθὰρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς Ἀπότρεχε σὺ εἰς Ἀναθὼθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ οὐ θανατώσω σε, ὅτι ἦρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν ἅπασιν οἷς ἐκακουχήθη ὁ πατήρ μου. 27καὶ ἐξέβαλεν Σαλωμὼν τὸν Ἀβιαθὰρ τοῦ μὴ εἶναι ἱερέα τοῦ κυρίου, πληρωθῆναι τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον Ἠλεὶ ἐν Σηλώμ. The Execution of Joab 28καὶ ἡ ἀκοὴ ἦλθεν ἕως Ἰωὰβ τοῦ υἱοῦ Σαρουίας, ὅτι Ἰωὰβ ἦν κεκλικὼς ὀπίσω Ἀδωνειά, καὶ ὀπίσω Ἀβεσσαλὼμ οὐκ ἔκλινεν· καὶ ἔφυγεν Ἰωὰβ εἰς τὸ σκήνωμα τοῦ κυρίου καὶ κατέσχεν τῶν κεράτων τοῦ θυσιαστηρίου. 29καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι Ἔφυγεν Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ κυρίου, καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου. καὶ ἀπέστειλεν Σαλωμὼν πρὸς Ἰωὰβ λέγων Τί γέγονέν σοι ὅτι πέφευγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν Ἰωάβ Ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον. καὶ ἀπέστειλεν ὁ Σαλωμὼν τὸν Βαναιοὺ υἱὸν Ἰωδᾶε λέγων Πορεύου καὶ ἄνελε αὐτὸν, καὶ θάψον αὐτόν. 30καὶ ἦλθεν Βαναιοὺ υἱὸς Ἰωδᾶε εἰς τὴν σκηνὴν τοῦ κυρίου καὶ εἶπεν αὐτῷ Τάδε λέγει ὁ βασιλεύς Ἔξελθε· καὶ εἶπεν Ἰωάβ Οὐκ ἐκπορεύομαι, ὅτι ὧδε ἀποθανοῦμαι· καὶ ἀπέστρεψεν Βαναίας υἱὸς Ἰωδᾶε καὶ εἶπεν τῷ βασιλεῖ λέγων Τάδε λελάληκεν Ἰωὰβ καὶ τάδε ἀποκέκριταί μοι. 31καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Πορεύου καὶ ποίησον αὐτῷ καθὼς εἴρηκεν, καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτόν· καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα ὃ δωρεὰν ἐξέχεεν ἀπ᾽ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου. 32καὶ ἀπέστρεψεν Κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ· καὶ ἀπήντησεν τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ῥομφαίᾳ, καὶ ὁ πατήρ μου Δαυεὶδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν Ἀβεννὴρ υἱὸν Νὴρ ἀρχιστράτηγον Ἰσραὴλ καὶ τὸν Ἀμεσσὰ τὸν Ἰέθερ ἀρχιστράτηγον Ἰούδα. 33καὶ ἐπεστράφη τὰ αἵματα αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα· καὶ τῷ Δαυεὶδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ Κυρίου. 34καὶ ἀπήντησεν Ἰωδᾶε τῷ Ἰωὰβ καὶ ἐθανάτωσεν αὐτόν· καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ. 35καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναιοὺ υἱὸν Ἰωδᾶε ἀντ᾽ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἰερουσαλήμ. καὶ Σαδὼκ τὸν ἱερέα, ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιαθάρ. 1 Καὶ ἔδωκεν Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. 2 καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν πάντων ἀρχαίων υἱῶν καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. 3 καὶ ἔλαβεν τὴν θυγατέρα Φαραώ, καὶ εἰσήγαγεν αὐτὴν εἰς τὴν πόλιν Δαυεὶδ ἕως συντελέσαι αὐτὸν τὸν οἶκον Κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ἰερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησεν καὶ συνετέλεσεν. 4 καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδες αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδες λατόμων ἐν τῷ ὄρει. 5 καὶ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. καὶ ᾠκοδόμησεν τὴν ἄκραν ἔπαλξιν ἐπ᾽ αὐτῆς. διέκοψεν τὴν πόλιν Δαυείδ. 6 οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυεὶδ εἰς τὸν οἶκον αὐτῆς ὃν ᾠκοδόμησεν αὐτῇ. τότε ᾠκοδόμησεν τὴν ἄκραν. 7 καὶ Σαλωμὼν ἀνέφερεν τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον ὃ ᾠκοδόμησεν τῷ κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου. καὶ συνετέλεσεν τὸν οἶκον. 8 καὶ οὗτοι οἱ ἄρχοντες οἱ κατεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμών· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. 9 καὶ ᾠκοδόμησεν τὴν Ἀσσοὺρ καὶ τὴν Μαγαὼ καὶ τὴν Γάζερ καὶ τὴν Βαιθωρὼν ἐπάνω καὶ τὰ Βαλλάθ. 11 πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ κυρίου καὶ τὸ τεῖχος Ἰερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησεν τὰς πόλεις ταύτας. 12 Καὶ ἐν τῷ ἔτι Δαυεὶδ ζῇν ἐνετείλατο τῷ Σαλωμὼν λέγων Ἰδοὺ μετὰ σοῦ Σεμεεὶ υἱὸς Γηρά, υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμεινεὶ ἐκ Χεβρών. 13 οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς παρεμβολάς· 14 καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντήν μοι ἐπὶ τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ κυρίου λέγων Εἰ θανατωθήσεται ἐν ῥομφαίᾳ· 15 καὶ νῦν μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σύ, καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ· καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου. The Execution of Shimei 36καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεεὶ καὶ εἶπεν αὐτῷ Οἰκοδόμησον οἶκον σεαυτῷ ἐν Ἰερουσαλὴμ καὶ κάθου ἐκεῖ, καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ. 37καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κεδρών, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ· τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου. καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. 38καὶ εἶπεν Σεμεεὶ πρὸς τὸν βασιλέα Ἀγαθὸν τὸ ῥῆμα ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου. καὶ ἐκάθισεν Σεμεεὶ ἐν Ἰερουσαλὴμ τρία ἔτη. 39καὶ ἐγενήθη μετὰ τὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεεὶ πρὸς Ἀγχοὺς υἱὸν Ἀμησὰ βασιλέα Γέθ· καὶ ἀπηγγέλη τῷ Σεμεεὶ λέγοντες Ἰδοὺ οἱ δοῦλοί σου ἐν Γέθ.b
40καὶ ἀνέστη Σεμεεὶ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γὲθ πρὸς Ἀγχούς, τοῦ ἐκζητῆσαι τοὺς δούλους αὐτοῦ· καὶ ἐπορεύθη Σεμεεὶ καὶ ἤγαγεν τοὺς δούλους αὐτοῦ ἐκ Γέθ.
41καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι Ἐπορεύθη Σεμεεὶ ἐξ Ἰερουσαλὴμ εἰς Γὲθ καὶ ἀπέστρεψεν τοὺς δούλους αὐτοῦ.
42καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσεν τὸν Σεμεεὶ καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ ὥρκισά σε κατὰ τοῦ κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων Ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ἰερουσαλὴμ καὶ πορευθῇς εἰς δεξιὰ ἢ εἰς ἀριστερά, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ;
43καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον Κυρίου καὶ τὴν ἐντολὴν ἣν ἐνετειλάμην κατὰ σοῦ;
44καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεεί Σὺ οἶδας πᾶσαν τὴν κακίαν σου ἣν ἔγνω ἡ καρδία σου, ἃ ἐποίησας τῷ Δαυεὶδ τῷ πατρί μου· καὶ ἀνταπέδωκεν Κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου.
45καὶ ὁ βασιλεὺς Σαλωμὼν ηὐλογημένος, καὶ ὁ θρόνος Δαυεὶδ ἔσται ἕτοιμος ἐνώπιον Κυρίου εἰς τὸν αἰῶνα.
46καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναιὰ υἱῷ Ἰωδᾶε, καὶ ἐξῆλθεν καὶ ἀνεῖλεν αὐτόν. 1 Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα καὶ σοφός· καὶ Ἰουδὰ καὶ Ἰσραὴλ πολλοὶ σφόδρα ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες. 2 καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. 3 καὶ Σαλωμὼν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου· 4 καὶ αὐτὸς ᾠκοδόμησεν τὴν Θερμαὶ ἐν τῇ ἐρήμῳ. 5 καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων. 6 οὐκ ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ῥαφεὶ ἕως Γάζης, ἐν πᾶσιν τοῖς βασιλεῦσιν πέραν τοῦ ποταμοῦ; 7 καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν· καὶ κατῴκει Ἰουδὰ καὶ Ἰσραὴλ πεποιθότες, ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε πάσας τὰς ἡμέρας Σαλωμών. 8 καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών· Ἀζαριοὺ υἱὸς Σαδὼκ τοῦ ἱερέως, καὶ Ὀρνειοὺ υἱὸς Ναθάν, ἄρχων τῶν ἐφεστηκότων, καὶ ἔδραμεν ἐπὶ τὸν οἶκον αὐτοῦ· καὶ Σουβὰ γραμματεύς, καὶ Βασὰ υἱὸς Ἀχειθάλαμ ἀναμιμνήσκων, καὶ Ἀβεὶ υἱὸς Ἰωὰβ ἀρχιστράτηγος, καὶ Ἀχειρὲ υἱὸς Ἐδραεὶ ἐπὶ τὰς ἄρσεις, καὶ Βαναιὰ υἱὸς Ἰωδᾶε ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθείου, καὶ Καχοὺρ υἱὸς Ναθὰν ὁ σύμβουλος. 9 καὶ ἦσαν τῷ Σαλωμὼν τεσσεράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἵππων· 11 καὶ ἦν ἄρχων ἐν πᾶσιν τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. 12 Σαλωμὼν υἱὸς Δαυεὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰουδὰ ἐν Ἰερουσαλήμ. Footnotes: 5 a See 2 Samuel 17:25. 39 b See 1 Samuel 27:2. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |