|
23 Καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν 24 καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη 25 καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι* 26 καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ ἐμερίσθη οὐ δύναται στῆναι ἀλλὰ τέλος ἔχει Mark 3:23-26, Hebrew & Greek Study Bible. Public domain.
|



