Judges 5
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Song of Deborah and Barak

1Καὶ ᾖσαν Δεββωρὰ καὶ Βαρὰκ υἱὸς Ἀβεινέεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες

2Ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ἰσραήλ· ἐν τῷ ἀκουσιασθῆναι λαὸν εὐλογεῖτε Κύριον.

3ἀκούσατε βασιλεῖς, καὶ ἐνωτίσασθε σατράπαι· ἐγώ εἰμι τῷ κυρίῳ, ἐγώ εἰμι ᾄσομαι, ψαλῶ τῷ κυρίῳ τῷ θεῷ Ἰσραήλ.

4Κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηείρ, ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ Ἐδώμ, γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ.

5ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου Κυρίου Ἐλωεί, τοῦτο Σεινὰ ἀπὸ προσώπου Κυρίου θεοῦ Ἰσραήλ.

6ἐν ἡμέραις Σαμεγὰρ υἱοῦ Ἀνάθ, ἐν ἡμέραις Ἰαήλ, ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς, ἐπορεύθησαν ὁδοὺς διεστραμμένας.

7ἐξέλιπον δυνατοὶ ἐν Ἰσραήλ, ἐξέλιπον, ἕως οὗ ἀναστῇ Δεββωρά, ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ἰσραήλ.

8ἐξελέξαντο θεοὺς καινούς, ὅτε ἐπολέμησαν πόλεις ἀρχόντων· θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσεράκοντα χιλιάσιν ἐν Ἰσραήλ.

9ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ἰσραήλ· οἱ ἑκουσιαζόμενοι ἐν λαῷ, εὐλογεῖτε Κύριον.

10ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας, καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ᾽ ὁδῷ.

11διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων, ἀνὰ μέσον ὑδρευομένων· ἐκεῖ δώσουσιν δικαιοσύνας. Κύριε, δικαιοσύνας αὔξησον ἐν Ἰσραήλ· τότε κατέβη εἰς τὰς πόλεις λαὸς Κυρίου.

12ἐξεγείρου ἐξεγείρου, Δεββωρά, ἐξεγείρου ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα, Βαράκ, καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου, υἱὸς Ἀβεινέεμ.

13τότε κατέβη κατάλημμα τοῖς ἰσχυροῖς· λαὸς Κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς ἐξ ἐμοῦ.

14Ἐφράιμ ἐξερίζωσεν αὐτοὺς ἐν τῷ Ἀμαλήκ· ὀπίσω σου, Βενιαμείν, ἐν τοῖς λαοῖς σου· ἐν ἐμοὶ Μαχεὶρ κατέβησαν ἐξερευνῶντες, καὶ ἀπὸ Ζαβουλὼν ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως.

15καὶ ἀρχηγοὶ ἐν Ἰσσαχὰρ μετὰ Δεββώρας καὶ Βαράκ. οὕτως Βρὰκ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ. εἰς τὰς μερίδας Ῥουβὴν μεγάλοι ἐξικνούμενοι καρδίαν.

16εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων; εἰς διαιρέσεις Ῥουβὴν μεγάλοι ἐξετασμοὶ καρδίας.

17Γαλαὰδ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐσκήνωσεν· καὶ Δὰν εἰς τί παροικεῖ πλοίοις; Ἀσὴρ ἐκάθισεν παραλίαν θαλασσῶν, καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει.

18Ζαβουλὼν λαὸς ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον, καὶ Νεφθαλεὶ ἐπὶ ὕψη ἀγροῦ.

19ἦλθον αὐτῶν βασιλεῖς, παρετάξαντο· τότε ἐπολέμησαν βασιλεῖς Χανάαν, ἐν Θαναὰχ ἐπὶ ὕδατι Μεγεδδώ· δῶρον ἀργυρίου οὐκ ἔλαβον.

20ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες, ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σεισαρά.

21χειμάρρους Κεισὼν ἐξέσυρεν αὐτούς, χειμάρρους ἀρχαίων, χειμάρρους Κεισών· καταπατήσει αὐτὸν ψυχή μου δυνατή.

22τότε ἐνεποδίσθησαν πτέρναι ἵππου, σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ.

23Καταρᾶσθε Μηρώζ, εἶπεν ἄγγελος Κυρίου, καταρᾶσθε· ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν· ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν Κυρίου, εἰς βοήθειαν ἐν δυνατοῖς.

24εὐλογηθείη ἐν γυναιξὶν Ἰαήλ, γυνὴ Χάβερ τοῦ Κειναίου· ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη.

25ὕδωρ ᾔτησεν, γάλα ἔδωκεν, ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκεν βούτυρον.

26χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων, καὶ ἐσφυροκόπησεν Σεισαρά, διήλωσεν κεφαλὴν αὐτοῦ καὶ ἐπάταξεν, διήλωσεν κρόταφον αὐτοῦ.

27ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη, ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς· κατακλιθεὶς ἔπεσεν· καθὼς κατεκλίθη, ἐκεῖ ἔπεσεν ἐξοδευθείς.

28διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ Σεισαρὰ ἐκτὸς τοῦ τοξικοῦ Διότι ᾐσχύνθη ἅρμα αὐτοῦ; διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ;

29αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν, καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ·

30Οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; οἰκτείρμων οἰκτειρήσει εἰς κεφαλὴν ἀνδρός· σκῦλα βαμμάτων τῷ Σεισαρά, σκῦλα βαμμάτων ποικιλίας, βάμματα ποικιλτῶν αὐτά, τῷ τραχήλῳ αὐτοῦ σκῦλα.

31οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, Κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ. Καὶ ἡσύχασεν ἡ γῆ τεσσεράκοντα ἔτη.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Judges 4
Top of Page
Top of Page