Numbers 34
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Boundaries of Canaan

1Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 2Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανάαν· αὕτη ἔσται ὑμῖν εἰς τὴν κληρονομίαν, γῆ Χανάαν σὺν τοῖς ὁρίοις αὐτῆς. 3καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σεὶν ἕως ἐχόμενον Ἐδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν· 4καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ἀκραβείν, καὶ παρελεύσεται Ἐννάκ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδὴς τοῦ Βαρνή, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀράδ, καὶ παρελεύσεται Ἀσεμῶνα. 5καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμῶνα χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.

6καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.

7καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος· 8καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς, εἰσπορευομένων εἰς Ἑμάθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν τὰ ὅρια Σαράδακ· 9καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρῶνα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ἁρσεναείμ· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ.

10καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ἁρσεναεὶν Σεπφάμαρ· 11καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφάμαρ Βηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χενάρα ἀπὸ ἀνατολῶν. 12καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ὑμῖν ἔσται ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.

13καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ λέγων Αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσή· 14ὅτι ἔλαβεν φυλὴ υἱῶν Ῥουβὴν καὶ φυλὴ υἱῶν Γὰδ κατ᾽ οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ ἀπέλαβον τοὺς κλήρους αὐτῶν· 15δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ἰορδάνου κατὰ Ἰερειχὼ ἀπὸ νότου κατ᾽ ἀνατολάς.

Leaders to Divide the Land

16Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 17Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν, Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή. 18καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν. 19καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φυλῆς Ἰούδα, Χαλὲβ υἱὸς Ἰεφοννή. 20τῆς φυλῆς Συμεών, Σαλαμιὴλ υἱὸς Σεμιούδ· 21τῆς φυλῆς Βενιαμείν, Ἐλδὰδ υἱὸς Χασλών· 22τῆς φυλῆς Δάν, ἄρχων Βακχεὶρ υἱὸς Ἐγλεί· 23τῶν υἱῶν Ἰωσὴφ φυλῆς υἱῶν Μανασσή, ἄρχων Ἁνειὴλ υἱὸς Σουφί· 24τῆς φυλῆς υἱῶν Ἐφράιμ, ἄρχων Καμουὴλ υἱὸς Σαβαθά· 25τῆς φυλῆς Ζαβουλών, ἄρχων Ἐλεισαφὰν υἱὸς Φαρνάχ· 26τῆς φυλῆς υἱῶν Ἰσσαχάρ, ἄρχων Φαλτειὴλ υἱὸς Ὀζά· 27τῆς φυλῆς υἱῶν Ἀσήρ, ἄρχων Ἀχιὼρ υἱὸς Σελεμεί· 28τῆς φυλῆς Νεφθαλεί, ἄρχων Φαδαὴλ υἱὸς Βενιαμειούδ. 29τούτοις ἐνετείλατο Κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Χανάαν.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Numbers 33
Top of Page
Top of Page