Matthew 16
Study Bible ABP ▾ 
Pharisees and Sadducees Seek a Sign

Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Ὀψίας γενομένης λέγετε Εὐδία πυρράζει γὰρ οὐρανός καὶ πρωΐ Σήμερον χειμών πυρράζει γὰρ στυγνάζων οὐρανός τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν

Leaven of the Pharisees and Sadducees

Καὶ ἐλθόντες οἱ μαθηταὶ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν δὲ Ἰησοῦς εἶπεν αὐτοῖς Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων Οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες Ὅτι Ἄρτους οὐκ ἐλάβομεν Γνοὺς δὲ Ἰησοῦς εἶπεν Τί διαλογίζεσθε ἐν ἑαυτοῖς ὀλιγόπιστοι ὅτι ἄρτους οὐκ ἔχετε οὔπω νοεῖτε οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε 10 οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε 11 πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ἄρτων εἶπον ὑμῖν προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων 12 Τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης τῶν ἄρτων ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων

Peter's Confession of Christ

13 Ἐλθὼν δὲ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν Υἱὸν τοῦ ἀνθρώπου 14 Οἱ δὲ εἶπαν Οἱ μὲν Ἰωάννην τὸν Βαπτιστήν ἄλλοι δὲ Ἠλίαν ἕτεροι δὲ Ἰερεμίαν ἕνα τῶν προφητῶν 15 Λέγει αὐτοῖς Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι 16 Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν Σὺ εἶ Χριστὸς Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος 17 Ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν αὐτῷ Μακάριος εἶ Σίμων Βαριωνᾶ ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ’ Πατήρ μου ἐν τοῖς οὐρανοῖς 18 κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς 19 δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν καὶ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς καὶ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς 20 Τότε διεστείλατο* τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν Χριστός

Jesus Predicts His Death and Resurrection

21 Ἀπὸ τότε ἤρξατο ‹ὁ› Ἰησοῦς 〈Χριστὸς〉 δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι 22 Καὶ προσλαβόμενος αὐτὸν Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων Ἵλεώς σοι Κύριε οὐ μὴ ἔσται σοι τοῦτο 23  δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ Ὕπαγε ὀπίσω μου Σατανᾶ σκάνδαλον εἶ ἐμοῦ ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων

24 Τότε Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι 25 ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν ὃς δ’ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν 26 τί γὰρ ὠφεληθήσεται ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ 27 μέλλει γὰρ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ

28 Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστώτων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Matthew 15
Top of Page
Top of Page