Matthew 7
Study Bible ABP ▾ 

Μὴ κρίνετε ἵνα μὴ κριθῆτε ἐν γὰρ κρίματι κρίνετε κριθήσεσθε καὶ ἐν μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς πῶς ἐρεῖς τῷ ἀδελφῷ σου Ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου καὶ ἰδοὺ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ ὑποκριτά ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου

Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων μή‿ ποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς

Ask, Seek, Knock

Αἰτεῖτε καὶ δοθήσεται ὑμῖν ζητεῖτε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμῖν πᾶς γὰρ αἰτῶν λαμβάνει καὶ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃν αἰτήσει υἱὸς αὐτοῦ ἄρτον μὴ λίθον ἐπιδώσει αὐτῷ 10  καὶ ἰχθὺν αἰτήσει μὴ ὄφιν ἐπιδώσει αὐτῷ 11 εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν πόσῳ μᾶλλον Πατὴρ ὑμῶν ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν

12 Πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς οὗτος γάρ ἐστιν νόμος καὶ οἱ προφῆται

The Narrow Gate

13 Εἰσέλθατε διὰ τῆς στενῆς πύλης ὅτι πλατεῖα πύλη καὶ εὐρύχωρος ὁδὸς ἀπάγουσα εἰς τὴν ἀπώλειαν καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς 14 ὅτι στενὴ πύλη καὶ τεθλιμμένη ὁδὸς ἀπάγουσα εἰς τὴν ζωήν καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν

A Tree and its Fruit

15 Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασιν προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες 16 ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς ἀπὸ τριβόλων σῦκα 17 οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ 18 οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν* οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν* 19 πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται 20 ἄρα¦γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς

21 Οὐ πᾶς λέγων μοι Κύριε Κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ἀλλ’ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς 22 πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ Κύριε Κύριε οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν 23 καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν

The House on the Rock

24 Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν 25 καὶ κατέβη βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ καὶ οὐκ ἔπεσεν τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν 26 καὶ πᾶς ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον 27 καὶ κατέβη βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ καὶ ἔπεσεν καὶ ἦν πτῶσις αὐτῆς μεγάλη

The Authority of Jesus

28 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν Ἰησοῦς τοὺς λόγους τούτους ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ 29 ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Matthew 6
Top of Page
Top of Page