Ahab and the False Prophets 1Καὶ ἐκάθισεν τρία ἔτη καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ἰσραήλ. 2καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραήλ. 3καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ οἴδατε ὅτι ἡμῖν Ῥεμμὰθ Γαλαάδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας; 4καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Ἀναβήσῃ μεθ᾽ ἡμῶν εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον; καὶ εἶπεν Ἰωσαφάτ Καθὼς ἐγώ, καὶ σὺ οὕτως, καθὼς ὁ λαός μου ὁ λαός σου, καθὼς οἱ ἵπποι μου οἱ ἵπποι σου. 5καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραήλ Ἐπερωτήσατε δὴ σήμερον τὸν κύριον. 6καὶ συνήθροισεν βασιλεὺς Ἰσραὴλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Εἰ πορευθῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπέχω; καὶ εἶπαν Ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως. 7καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραήλ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου, καὶ ἐπερωτήσομεν τὸν κύριον δι᾽ αὐτοῦ; 8καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Εἷς ἐστὶν ἀνὴρ εἰς τὸ ἐπερωτῆσαι τὸν κύριον δι᾽ αὐτοῦ, καὶ ἐγὼ μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλὰ ἀλλ᾽ ἢ κακά, Μειχαίας υἱὸς Ἰεμιάς. καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα Μὴ λεγέτω ὁ βασιλεὺς οὕτως. 9καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ εὐνοῦχον ἕνα καὶ εἶπεν Τάχος Μειχαίαν υἱὸν Ἰεμιά. 10καὶ ὁ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα ἐκάθηντο ἀνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐνώπιον αὐτῶν. 11καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαανὰ κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως συντελεσθῇ. 12καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες Ἀνάβαινε εἰς Ῥεμμὰθ Γαλαάδ, καὶ εὐοδώσει· καὶ δώσει Κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας. Micaiah Prophesies against Ahab 13καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μειχαίαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ δὴ λαλοῦσιν πάντες οἱ προφῆται ἐν στόματι ἐπὶ καλὰ κατὰ τοῦ βασιλέως· γίνου δὴ καὶ σὺ εἰς λόγους σου εἷς κατὰ τοὺς λόγους ἑνὸς τούτων, καὶ λάλησον καλά. 14καὶ εἶπεν Μειχαίας Ζῇ Κύριος ὅτι ἃ ἂν εἴπῃ Κύριος πρὸς μέ, ταῦτα λαλήσω. 15καὶ ἦλθεν πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μειχαία, εἰ ἀναβῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν Ἀνάβαινε, καὶ εὐοδώσει Κύριος εἰς χεῖρα τοῦ βασιλέως. 16καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Πεντάκις ἐγὼ ἐξορκίζω σε ὃπως λαλήσῃς πρὸς μὲ ἀλήθειαν ἐν ὀνόματι Κυρίου. 17καὶ εἶπεν Οὐχ οὕτως· ἑώρακα τὸν πάντα Ἰσραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ᾧ οὐκ ἔστι ποιμήν· καὶ εἶπεν Κύριος Οὐ Κύριος τούτοις θεός; ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ ἀναστρεφέτω. 18καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα Οὐκ εἶπα πρὸς σέ Οὐ προφητεύει οὗτός μοι καλά, διότι ἀλλ᾽ ἢ κακά; 19καὶ εἶπεν Μειχαίας Οὐχ οὕτως. οὐκ ἐγώ· ἄκουε ῥῆμα Κυρίου· οὐχ οὕτως, εἶδον θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατεία τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ. 20καὶ εἶπεν Κύριος Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥεμμὰθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὓτως, καὶ οὗτος οὕτως. 21καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν. 22καὶ εἶπεν πρὸς αὐτὸν Κύριος Ἐν τίνι; καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ· καὶ εἶπεν Ἀπατήσεις καί γε δυνήσει· ἔξελθε καὶ ποίησον οὕτως. 23καὶ νῦν ἰδοὺ ἔδωκεν Κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά. 24καὶ προσῆλθεν Σεδεκιοὺ υἱὸς Χανάαν καὶ ἐπάταξεν τὸν Μειχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν Ποῖον πνεῦμα Κυρίου τὸ λαλῆσαν ἐν σοί; 25καὶ εἶπεν Μειχαίας Ἰδοὺ σὺ ὄψῃ τῇ ἡμέρᾳ ἐκείνῃ ὅταν εἰσέλθῃς ταμεῖον τοῦ ταμείου τοῦ κρυφίου. 26καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ Λάβετε τὸν Μειχαίαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Σεμὴρ τὸν βασιλέα τῆς πόλεως· καὶ τῷ Ἰωὰς υἱῷ τοῦ βασιλέως 27εἰπὸν θέσθαι τοῦτον ἐν φυλακῇ, καὶ ἐσθίειν αὐτὸν ἄρτον θλὶψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. 28καὶ εἶπεν Μειχαίας Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάληκεν Κύριος ἐν ἐμοί. Ahab’s Defeat and Death 29Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα μετ᾽ αὐτοῦ εἰς Ῥεμμὰθ Γαλαάδ. 30καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα Συνκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον. 31καὶ βασιλεὺς Συρὶας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶν λέγων Μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν ἀλλ᾽ ἢ τὸν βασιλέα Ἰσραὴλ μονώτατον. 32καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφὰθ βασιλέα Ἰούδα, καὶ αὐτοὶ εἶπον Φαίνεται βασιλεὺς Ἰσραὴλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι· καὶ ἀνέκραξεν Ἰωσαφάθ. 33καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστιν βασιλεὺς Ἰσραὴλ οὗτος, καὶ ἀπέστρεψαν ἀπ᾽ αὐτοῦ. 34καὶ ἐπέτεινεν εἷς τὸ τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ἰσραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος· καὶ εἶπεν τῷ ἡνιόχῳ αὐτοῦ Ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι. 35καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωὶ ἕως ἑσπέρας, καὶ ἀπεχύννετο αἷμα ἐκ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος. 36καὶ ἔστη ὁ στρατοκήρυξ δύνοντος τοῦ ἡλίου λέγων Ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν, 37ὅτι τέθνηκεν ὁ βασιλεύς. καὶ ἦλθον εἰς τὴν Σαμάρειαν, καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ. 38καὶ ἀπένιψαν τὸ αἷμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλιξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα· καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι, κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν.a 39καὶ τὰ λοιπά τῶν λόγων Ἀχαάβ καὶ πάντα ἃ ἐποίησεν, καὶ οἶκον ἐλεφάντινον ὃν ᾠκοδόμησεν καὶ πάσας τὰς πόλεις ἃς ἐποίησεν, καὶ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ. 40καὶ ἐκοιμήθη Ἀχαάβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ὀχοζείας υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Jehoshaphat Reigns in Judah 41Καὶ Ἰωσαφάθ υἱὸς Ἀσὰ ἐβασίλευσεν ἐπὶ Ἰουδά· ἔτει τετάρτῳ τῷ Ἀχαάβ ἐβασίλευσεν. 42Ἰωσαφὰθ υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζαεβὰ θυγάτηρ Σεμεεί. 43καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ᾽ αὐτῆς, τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν, ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. 44καὶ εἰρήνευσεν Ἰωσαφὰθ μετὰ βασιλέως Ἰσραήλ. 45καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσαφὰθ καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα ἐνγεγραμμέρα ἐν βιβλίῳ λόγων Ἰωσαφάθ; 50καὶ ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ. Ahaziah Reigns in Israel 51Καὶ Ὀχοζείας υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἐν ἔτει ἑπτακαιδεκάτῳ, Ἰωσαφὰθ βασιλεῖ Ἰούδα· καὶ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἔτη δύο.
52καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ Ἀχαὰβ καὶ ἐν ὁδῷ Ἰεζάβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ.
53καὶ ἐδούλευσεν τοῖς Βααλεὶμ καὶ προσεκύνησεν αὐτοῖς, καὶ παρώργισεν τὸν κύριον θεὸν Ἰσραὴλ κατὰ πάντα τὰ γενόμενα ἔμπροσθεν αὐτοῦ. καὶ ἠθέτησεν Μωὰβ ἐν Ἰσραὴλ μετὰ τὸ ἀποθανεῖν Ἀχαάβ. Footnotes: 38 a See 1 Kings 21:19. Berean Greek Bible The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com. Bible Hub |